Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πρόσχες δὲ εἰ δύνασαι καὶ ἄλλους Ἰουδαίους λέγειν ἀναβαίνοντας εἰς Ἱεροσόλυμα καὶ ἐρχομένους εἰς τὴν πόλιν τοῦ θεοῦ ἀπὸ τῆς ἔξω Ἱεροσολύμων χώρας, καὶ ἐρχομένους ἵνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χριστός, ἑορτάζειν μὴ »ζύμῃ παλαιᾷ«, μὴ »ζύμῃ κακίας καὶ πονηρίας, »ἁλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«.

καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπαπορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς.

(21) Ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιρῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι

οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οὔτε οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς καὶ συλλάβωσιν αὐτόν.

καὶ ἄλλως δὲ φήσεις ὅτι οἱ ἐπιβουλεύοντες τῷ Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν.