Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
»Ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω »Βαλαάμ«. καὶ πάλιν μετ’ ὀλίγα· »Εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ· Διατί »ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς »διαβολήν σου, ὅτι οὐκ εὐθεῖα ἡ ὁδός σου ἐναντίον μου· καὶ ἰδοῦσά με »ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τοῦτο τρίτον· καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ »ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ ἂν περιεποιησάμην. καὶ
»εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ· Κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι »σὺ ἀνθέστηκας εἰς συνάντησίν μοι ἐν τῇ ὁδῷ· καὶ νῦν εἰ μή σοι »ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς »Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ »ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι«.παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο »φυλάξῃ λαλῆσαι«.
ἀλλὰ φήσεις ὅτι μετ’ ὀλίγα ἐφάνη ὁ θεὸς τῷ Βαλαὰμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ· » Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα »καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ ἐνέβαλεν ὁ »θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· Ἐπιστραφεὶς πρὸς »Βαλαὰμ οὕτω λαλήσεις.«
καὶ σὺ δὲ πρόσχες πῶς ἀμφότερα ἀληθῆ ἐστὶν καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον ἐν τῷ »Ὃ ἐὰν εἴπω πρὸς »σὲ τοῦτο φυλάξῃ λαλῆσαι«· καὶ τὸ ὑπὸ τῆς γραφῆς ἀπαγγελλόμενον ὅτι »Ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν«.
τὸ δὲ »Ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ« ὠβελίσαμεν, μήτε αὐτὸ μήτε παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν.
πάλιν τε αὖ μετ’ ὀλίγα· »Συνήντησεν, φησίν, ὁ θεὸς τῷ Βαλαὰμ καὶ »ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· Ἀποστράφηθι πρὸς »Βαλαὰκ καὶ τάδε λαλήσεις«.
Εἰς ταῦτα δὲ πάντα ὁ ἀποτολμῶν φήσει ὅτι καὶ ἐπὶ τοῦ Σαοὺλ εἴρηται· »Πνεῦμα θεοῦ πονηρὸν »ἔπνιγεν αὐτόν«. ἀλλὰ καὶ πνεῦμα ψευδὲς ἐξελθὸν γέγονεν ἐν στόματι πάντων τῶν προφητῶν τοῦ Ἀχαάβ, εἰπόντος κυρίου· »Τίς »ἀπατήσει τὸν Ἀχαάβ«; καὶ ἐξελθόντος πνεύματος ψευδοῦς καὶ εἰπόντος· »Ἐγὼ ἀπατήσω«.
Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐζητήσθω, δυναμένου τινὸς ἀφ’ ἑαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν ὁ Καϊάφας. μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφητείαν αὐτοῦ λεκτέον, ὅτι ἐπεὶ μὴ ἅγιος ἦν, εἰ καὶ προεφήτευσεν, ⟨ἀλλ’ οὐκ ἀπὸ πνεύματος ἁγίου προεφήτευσεν⟩.
ὥσπερ δὲ ζητήσεως ἄξιόν ἐστιν πῶς προεφήτευσεν Καϊάφας, οὕτως καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ σταλέντες ἐπὶ τὸν Δαβίδ, καὶ μετ’ αὐτοὺς ὁ Σαούλ.
γέγραπται γάρ·
» Καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· Ἰδοὺ Δαβὶδ εἰς Αὐὼθ ἐν Ῥαμά. »καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαβίδ, καὶ εἴδοσαν τὴν »ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’ »αὐτῶν.καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους Σαοὺλ πνεῦμα κυρίου καὶ »προεφήτευσαν καὶ αὐτοί. καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν »ἀγγέλους ἑτέρους καὶ προεφήτευσαν καὶ αὐτοί.
καὶ ἐθυμώθη ὀργῇ »Σαούλ, καὶ ἐπορεύθη εἰς Ἀρμαθαῒμ καὶ ἔρχεται ἕως τοῦ φρέατος »τοῦ μεγάλου καὶ ἐν τῇ ὁδῷ ἐς Σωφεῖν, καὶ ἐπηρώτησεν καὶ εἶπεν· »Ποῦ Σαμουὴλ καὶ Δαβίδ; καὶ εἶπον· Ἰδοῦ εἰς Αὐὼθ Ῥαμὰ.
καὶ »ἐπορεύθη ἐκεῖθεν εἰς Αὐὼθ Ῥαμὰ· καὶ ἐγενήθη ἐπ’ αὐτὸν πνεῦμα »θεοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ προφητεύων ἕως ἐλθὼν εἰς »Αὐὼθ Ῥαμὰ. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ προεφήτευσεν »ἐνώπιον Σαμουὴλ, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ »ὅλην τὴν νύκτα. διὰ τοῦτο ἔλεγον· Εἰ καὶ Σαοὺλ ἐν προφήταις«;