Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἶτα μετ’ ὀλίγα· »Πρωῒ συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν »πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, καὶ »δήσαντες τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν αὐλὴν καὶ παρέδωκαν »Πιλάτῳ«. εἶτα μετ’ ὀλίγα· » »Κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, »αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο«.
ὁ δὲ Ἰωάννης φησὶν ὅτι »Ἄγουσι τὸν »Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον«.
ταῦτα δὲ ἐπὶ πλεῖον ἐξεθέμεθα ὑπὲρ τοῦ διὰ πολλῶν ἁπάντων τῶν εὐαγγελιστῶν μαρτυριῶν
παραστῆσαι τὴν χύσιν τῆς τοῦ Καϊάφα κακίας, καὶ ὅτι κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενος οὐδὲν ἧττον προεφήτευσεν· ὅτι μὲν οὖν προεφήτευσεν, σαφῶς ἐδίδαξεν ἡμᾶς ὁ Ἰωάννης.(13) Ζητήσεις δὲ εἰ πάντως, εἴ τις προφητεύει, ἐκ πνεύματος ἁγίου προφητεύει, κἄν τισιν φαίνηται μηδεμιᾶς ζητήσεως ἔχεσθαι τὸ λεγόμενον.
πῶς δὲ οὐ ζητήσεως ἄξιόν ἐστιν, εἴγε Δαβὶδ μετὰ τὴν ἐπὶ τοῦ Οὐρίου ἁμαρτίαν εὐλαβούμενος ἀφαιρεθῆναι ἀπ’ αὐτοῦ τὸ ἅγιον πνεῦμά φησι· » Τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ »ἐμοῦ«; εἰ δέ τις προσίεται καὶ τὸ »Ἅγιον γὰρ πνεῦμα παιδείας »φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων« σαφῶς δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον πνεῦμα.
οὕτω δὲ ζητήσεως ἄξιόν ἐστιν τὸ περὶ τοῦ ἁγίου πνεύματος εἰ δύναται εἶναι καὶ ἐν ἁμαρτωλῷ ψυχῇ, ὥστ’ ἄν τινα εἰπεῖν ὅτι εἴπερ » Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι »ἁγίῳ«· πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα.
καὶ τάχα ἐπεὶ οἱ μετὰ τὸ τυχεῖν αὐτοῦ ἁμαρτάνοντες οὐκ ἂν τυγχάνοιεν ἀφέσεως, διὰ τοῦτο λέγεται περὶ τῶν πρὸ τοῦ ἁγίου πνεύματός τινι ἡμαρτημένων τὸ »Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς »υἱοἷς τῶν ἀνθρώπων«· περὶ δὲ τῶν μετὰ τὸ τυχεῖν ἁγίου πνεύματος ἐπταικότων τὸ
»Ὁ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας οὐκ »ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. βλασφημεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον ὁ καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.
οὕτω δέ τις φήσει εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον· »Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς »δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, »καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, »καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, »ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας«. πρόσχες γὰρ ἐν τούτοις τὸ » Μετόχους γενηθέντας πνεύματος ἁγίου«.
εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν ὁ Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ » Οὔπω γὰρ ἦν πνεῦμα. »ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη«.