Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν ⟨σαφηνίσαι〉 ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν.
κατηγορεῖται γὰρ ἡ τοῦ Καϊάφα μοχθηρία, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου ὅτε ὁ σωτὴρ ἡμῶν τὴν ἐν τῷ πάσχειν ὑπὲρ ἀνθρώπων ἐπιτελεῖ οἰκονομίαν, ὑπὸ τῶν εὐαγγελιστῶν· Ματθαῖος μὲν γάρ φησι· »Τότε πορευθεὶς εἷς τῶν »δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν· Τί »θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν »αὐτῷ τριάκοντα ἀργύρια«· καὶ μετ’ ὀλίγα· »Ἰδοὺ Ἰούδας, φησίν, εἷς »τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν »καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοὺ«.
Ἐν τούτοις μὲν οὖν νοοῦμεν εἶναι καὶ τὸν Καϊάφαν τοῖς ἀρχιερεῦσιν, ἐπεὶ μεμαρτύρηται ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. σαφῶς δὲ μετὰ ταῦτα ὁ Ματθαῖός φησιν· »Οἱ δὲ κρατήσαντες τὸν »Ἰησοῦν ἀπήγαγον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ »γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν«· καὶ μετ’ ὀλίγα ἐπιφέρει·
»Ὁ δὲ ἀρχιερεὺς καὶ τὸ συνέδριον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ »Ἰησοῦ, ὅπως θανατώσουσιν αὐτόν· καὶ οὐχ εὗρον, πολλῶν »προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο εἶπον· »Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν »ἡμερῶν οἰκοδομῆσαι. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν »ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα. »καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ »ζῶντος ἵνα ἡμῖν εἴπῃς· εἶ σὺ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ; λέγει αὐτῷ »ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν »τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον »ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ »ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν »μαρτύρων; ἰδοὺ νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. τί ὑμῖν δοκεῖ; οἱ »δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστίν«. εἶτα πάλιν μεθ’ ἕτερα·
»Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ »πρεσβυτέρων οὐδὲν ἀπεκρίνετο«.
καὶ | πάλιν μετ’ ὀλίγα· »Οἱ δὲ »ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται »τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν«.
εἶτα μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος πορευομένων Μαρίας τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· »Ἰδοῦ τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν »ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν πάντα τὰ γενόμενα. καὶ συναχθέντες »μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ »ἔδωκαν τοῖς στρατιώταις λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ »ἐλθόντες νυκτὸς ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· κἂν ἀκουσθῇ »τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους »ποιήσομεν«.
Λουκᾶς δὲ ἀνέγραψεν ὅτι »Εἰσῆλθεν Σατανᾶς εἰς Ἰούδαν »ἐπικαλούμενον Ἰσκαριώθ, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ »ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς, ὅπως αὐτὸν »παραδῷ αὐτοῖς«. εἶτα μετ’ ὀλίγα· »Εἶπεν, φησίν, ὁ Ἰησοῦς πρὸς »τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ »καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ »ξύλων;« καὶ μετ’ ὀλίγα· »Συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον
»εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως«· καὶ ἔτι μετ’ ὀλίγα· » Εἱστήκεισαν οἱ »ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ«.καὶ πάλιν μετ’ ὀλίγα· »Ὡς ἡμέρα ἐγένετο, συνήχθη τὸ πρεσβυτέριον τοῦ »λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ »συνέδριον αὐτῶν«.
Ὁ δὲ Μάρκος φησὶν ὅτι »Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, »προσῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτόν. οἱ δὲ »ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι«·