Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὡς δ’ αὕτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ »Οὗτος ὁ ἄνθρωπος«· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι, ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ
βλασφημίας, λέγοντες αὐτῷ ὅτι »Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν »θεόν«, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς.ἔστιν δὲ ἐκ τῶν λεγομένων ἀπὸ τῶν Φαρισαίων καὶ τῶν ἀρχιερέων κατανοῆσαι αὐτῶν καὶ τὸ τῆς κακίας ἀνομολογούμενον καὶ τυφλόν· ἀνομολογούμενον μέν, ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα σημεῖα πεποιηκότι ἐπιβουλεῦσαι, ὡς μηδὲν ὑπὲρ ἑαυτοῦ ἐν τῷ ἐπιβουλεύεσθαι δυναμένῳ· τυφλὸν δὲ οὐδὲν ἧττον καὶ αὐτὸ τοῦτο | ἦν· κατὰ γὰρ τὸν πολλὰ ποιοῦντα σημεῖα ἦν τὸ κρείττον’ εἶναι τῆς ἐπιβουλῆς τῶν ἀφιέναι αὐτὸν μὴ θελόντων· εἰ μὴ ἄρα καὶ ἐπίστευον ὅτι ποιεῖ σημεῖα, καὶ ὑπενόουν αὐτὰ μὴ ἀπὸ θείας γίνεσθαι δυνάμεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, μηδὲ αὑτὸν ῥύσασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς.
ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ῥωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ ἔθνος.
ἀλλ’ ἐπεὶ »Κύριος διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ »λογισμοὺς λαῶν«, οὐδὲν ἧττον καὶ οὐκ ἀφῆκαν αὐτόν, καὶ ὁ θεὸς αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν αὐτῷ καὶ ἐλθόντες οἱ Ῥωμαῖοι ἦραν αὐτῶν τὸν τόπον.