Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.

οὐκ ἀτόπως δὲ καὶ πρὸς ταῦτα ζητήσαι τις ἄν, ὅτι Πῶς κατὰ τὸν σωτῆρά ἐστιν, μὴ συγκατατιθέμενον εἶναι αὐτοὺς τέκνα τοῦ Ἀβραάμ, τὸ λέγειν αὐτοῖς· » Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε« ἀναφερομένου τοῦ »Παρὰ τοῦ πατρὸς« ἐπὶ τὸν θεόν.

ὁ γὰρ μὴ ὢν τέκνον τοῦ Ἀβραὰμ * * * † αν οὖν τῶν μετὰ τὸν Ἀβραὰμ ψεκτὸς ὡς οὗτοι πρὸς οὓς ὁ λόγος, πολλῷ μᾶλλον οὐκ ἔσται τέκνον τοῦ θεοῦ.

ὅρα δὲ εἰ καὶ πρὸς τοῦτο δυνάμεθα λέγειν ὅτι οὐκ εἴρηται· »καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν

⟨ἢ⟩ παρὰ τοῦ πατρὸς ἡμῶν‹, ἀλλὰ »παρὰ τοῦ πατρός«, ὅστις κἂν ᾖ πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ με|μορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ Ἀβραάμ· ἢ ἀδιορίστως εἰρημένον τὸ »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς« δύναται λαμβάνεσθαι ἀντὶ τοῦ ›ἀπὸ τοῦ πατρός μου‹, καὶ τοῦτο ἔσται σαφὲς ἐκ τοῦ »Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ« ἴσον δυναμένου τῷ »παρὰ τῷ πατρί μου«.

καὶ ἐν τοῖς ἑξῆς δὲ διδασκόμεθα τίνων ἐστὶν ὁ θεὸς πατήρ, δι’ ὧν καὶ ταῦτα λέγει ὁ σωτήρ· »Εἰ ὁ »θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ«.

σαφὲς δὲ ὅτι οἱ ζητοῦντες ἀποκτεῖναι τὸν υἱὸν οὐκ ἠγάπων αὐτόν· μὴ ἀγαπῶντες δὲ αὐτὸν οὐκ ἂν ἐχρημάτιζον [οἱ] υἱοὶ τοῦ θεοῦ. ὥστε δῆλον ὅτι τὸ »Καὶ ὑμεῖς οὖν »ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« οὐκ ἴσον δύναται τῷ ›παρὰ τοῦ πατρὸς ὑμῶν‹.

Οἱ ἕν τι ἐπιλεξάμενοι τῶν τοῦ Ἀβραὰμ ἔργων, τὸ »Ἐπίστευσεν »δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«, καὶ τοῦτο νομίζοντες εἶναι ἐφ’ ὃ ἀναφέρεται τὸ »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« ἵνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ »Πίστις χωρὶς ἔργων νεκρά ἐστιν« οὐδ’ ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι »ἐκ πίστεως« ἤπερ »ἐξ ἔργων νόμου«, ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηται· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε« ἑνικῶς, ἀλλὰ πληθυντικῶς· »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, ἴσον, ὡς οἶμαι, τυγχάνον τῷ ›πάντα‹ »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.

εἰ δὲ ἴσον ἐστὶν τῷ ›πάντα‹ »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« καὶ μήτε σωματικῶς παιδίσκῃ δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματικῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ’ αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου

»τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἂν σοι δείξω«, εἰρημένου οὐ μόνῳ τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.

ἔστιν γάρ τις καὶ ἑκάστου ἡμῶν γῇ, καὶ ἡ πρὸ τοῦ θείου χρηματισμοῦ οὐκ ἀγαθὴ συγγένεια, καὶ ὁ πρὸ τοῦ φθάσαντος εἰς ἡμᾶς λόγου θεοῦ οἶκος τοῦ πατρὸς ἡμῶν, † δι’ ἅτινα ἀπαντα κατὰ λόγον θεοῦ δεήσει ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ’ ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως | πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ »Ἔλξεθε »ἐκ τῆς γῆς σου«.