Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
μετὰ ταῦτα μὴ θεωροῦντες ὅσῳ ὑπερέχει Χριστὸς τῶν πατριαρχῶν καὶ τῶν προφητῶν, ἀλλὰ μηδὲ πιστεύοντες Χριστὸν εἶναι τὸν τηλικαῦτα διδάσκοντα, ἐπαποροῦσιν λέγοντες· »Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;«
οὐχ ὁρῶσιν δὲ ὅτι οὐ μόνον ⟨μείζων⟩ τοῦ Ἀβραὰμ ἀλλὰ καὶ παντὸς ἐν γεννητοῖς γυναικῶν ὁ ἐκ τῆς παρθένου γεγεννημένος, καὶ τῶν προφητῶν πάντων ὁ προφητευόμενος ὑπ’ αὐτῶν, καὶ τῶν ἀποθανόντων ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ’ ἀπὸ τοῦ πατρὸς λαβών.
»Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω »καὶ τῷ υἱῷ ζωὴν ἔδωκεν ἔχειν ἐν ἑαυτῷ«, οὐ δυναμένῳ ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲ ἕν, καὶ ζητοῦντι τὸ θέλημα οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. καὶ τὸ » Τίνα οὖν σεαυτὸν ποιεῖς;« μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ ἐστίν.
διόπερ καὶ πρὸς τοῦτο δοκεῖ μοι ἀποκρίνεσθαι, διδάσκων τίς αὐτὸν ἐποίησεν ὅπερ ἦν, τὸ »Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου »οὐδέν ἐστιν· ἔστιν ὁ πατὴρ ὁ δοξάζων με.«
Καὶ ταῦτα δέ, αὐτάρκη περιγραφὴν εἰληφότος τοῦ εἰκοστοῦ τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐξηγητικῶν τόμου, τὴν περιγραφὴν ἐνταῦθα εἰληφέτω, ἵνα θεοῦ ἀποκαλύπτοντος ἡμῖν τὰ ἑξῆς θεωρήσωμεν ἐν τῷ μετὰ ταῦτα ἀπὸ τοῦ »Ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ »δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν«.
Οἱ φύσεις ἀριθμῶν ἐρευνήσαντες πρῶτον μὲν τέλειον τὸν ἓξ εἰρήκασιν, τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον, ἔκ τε τῆς συνθέσεως τοῦ ἀπὸ μονάδος διπλασιαζομένου, ἑνὸς καὶ δύο, ὃ ἐστὶ τρία, ἀριθμὸς πρῶτος, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός, λέγω δὲ τοῦ δύο· γενόμενος γὰρ ὁ δύο ἐπὶ τὸν τρία πεποίηκεν τὸν | ἕξ.
δεύτερον δὲ τέλειόν φασιν εἶναι τὸν εἴκοσι καὶ ὀκτώ, συνιστάμενον ἔκ τε τοῦ συνθέτου τῶν ἀπὸ μονάδος διπλασιαζομένων, ἕως γένηται πρῶτος ἀριθμός, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός. τέσσαρα μὲν γάρ ἐστιν ὁ ἀπὸ μονάδος διπλασιαζόμενος ἐν τῷ ἕν δύο τέσσαρα.
ἑπτὰ δὴ τούτων σύνθεσις, καὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος· γινόμενος δὲ ὁ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτώ, καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον.
Διὰ τοῦτο δ’ οἶμαι † ῥᾴδιον διαλαμβάνεται ἀπὸ τοῦ παιδευθέντος »πάσῃ σοφίᾳ [καὶ] Αἰγυπτίων« Μωσέως εἰς τὴν τῆς σκηνῆς τοῦ μαρτυρίου κατασκευήν· αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός εἰσιν.