Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οἶμαι δὲ καὶ διὰ τοῦτο πρὸς τὸ »Ἀβραὰμ ἀπέθανεν« εἰρῆσθαι ὑπὸ τοῦ σω τῆρος, διδάσκοντος ὅτι Ἀβραὰμ ἔξη, τὸ »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν »ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ ἴδεν καὶ ἐχάρη«.
εἰ ⟨δὲ⟩ μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύτης ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν.
εἰ γὰρ ἑκάτερον τούτων ἄτοπόν ἐστιν, ἰδὼν τὴν ἡμέραν Ἰησοῦ Ἀβραὰμ ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ· καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν«.
τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν προφητῶν. εἰ γὰρ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, καὶ ἔστιν ὥσπερ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ οὕτως καὶ τῶν λοιπῶν προφητῶν θεός, ζῶσιν καὶ οἱ προφῆται. καὶ γὰρ ἐτήρησαν τὸν λόγον τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λόγος κυρίου ἐγένετο πρὸς Ὠσηέ, ἢ λόγος ἐγένετο πρὸς Ἰερεμίαν, ἢ λόγος ἐγένετο [τὸ] πρὸς Ἡσαΐαν· οὐ γὰρ ἄλλος λόγος θεοῦ ἐγένετο πρός τινα τούτων, ἀλλ’ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν υἱὸς αὐτοῦ θεὸς λόγος.
καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.
ὁμοίως τοίνυν ψεῦδος τῷ· »Νῦν ἐγνώ|καμεν ὅτι δαιμόνιον ἔχεις« τὸ »Ἀβραὰμ »ἀπέθανεν καὶ οἱ προφῆται« εἰρημένον ὑπὸ τῶν Ἰουδαίων· οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ
ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ »προφῆται«.Μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι » Θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα«, οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐτοὺς καταλλήλως τῷ »Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα« εἰρηκέναι· » Καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον »οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρημένον ὑπὸ τοῦ σωτῆρός φασιν· οὐ γὰρ εἶπεν· ›ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα‹, ὅπερ οὗτοι προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον.