Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
»Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον »ἔχεις«; τὸ δ’ ὅμοιον καὶ ἐπ’ ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν· οἷον
ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς· »⟨Δός μοι⟩ πιεῖν« μεθ’ ἕτερα προσέθηκεν τοιαῦτα· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, »καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ »ἔδωκεν ⟨ἄν⟩ σοι ὕδωρ ζῶν.καὶ λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε »ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ »τὸ ζῶν;« καὶ πάλιν· » Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«.
οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς.