Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, αἴρουσιν τὰ σπέρματα ἑαυτῶν· οὗτοι γὰρ ὡς ἐπίπαν »ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα »αὐτῶν«.
τάχα δὲ ἕτεροι ἦλθον, περὶ ὧν εἴποις ἄν· ›Πορευόμενοι ἐπορεύοντο καὶ ἐγέλων, αἴροντες τὰ σπέρματα ἑαυτῶν‹· οἷς ἀκολου θήσει τὸ ›Ἐρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ δράγματα ἑαυτῶν‹· περὶ ὧν εἴποις ἄν· »Ἐγεννήθησαν ὡσεὶ χόρτος δωμάτων, »ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. »καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς«.
καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο βαθύτερον καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ » Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«· καὶ τὸ » Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε«.
ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείονας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ »Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ«, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· » Μείζων »ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν«.
Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔχει τὸ ἀφανίζεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἵνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’ αὐτοῦ γενομένων ἔχειν τί γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.
ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος σοφία διὰ τούτων· »Ἀποστὰς δὲ »ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ« (δῆλον δ’ ὅτι τῆς σοφίας) »ἀδελφοκτόνοις συναπώλετο θυμοῖς δι’ ὃν κατακλυζομένην γῆν πάλιν »ἔσωσεν σοφία, δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα«.
τὸ
αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν »ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε »χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά«.καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελείπετο νοτίδος ξη|ρᾶναι ἀπ’ αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σοδόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μηδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.
τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὧν εἴρηται· »Ἀπέκτεινεν ἐν χαλάζῃ 〈τὴν〉 ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους »αὐτῶν ἐν τῇ πάχνῃ«· ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.