Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλὰ κἂν ταπεινοὶ καὶ συννεφεῖς ὑπὸ τῆς λύπης καθελκόμενοι καὶ τὸ ἴδιον τῶν λογικῶν γαῦρον ἀπολέσαντες ἐπιλανθανώμεθα τοῦ ἄνευ θεοῦ στρούθιον μὴ πίπτειν εἰς παγίδα καὶ τοῦ δίκαια εἶναι τὰ περὶ ἑνὸς ἑκάστου τῶν συμβαινόντων ἀνθρώποις κρίματα, τί φήσομεν ἢ ὅτι καὶ τοῦ δαιμονίου ἡμᾶς νικήσαντος καὶ τὸ ἡγεμονικὸν ἡμῶν θολώσαντος ταῦτα πάσχομεν;

ἀλλὰ καὶ φόβοι τῶν οὐ φοβερῶν καὶ περιχάρειαι ἐπὶ τοῖς μηδενὸς ἀξίοις τίνων ἂν εἴη ἐνεργήματα ἢ δαιμόνων πληρωσάντων τοὺς μὴ δυναμένους μετὰ

ἀληθείας λέγειν· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;

ἀλλ’ εἰκός τινα τοὺς ἁγίους πατριάρχας, ἢ τὸν ἱερὸν θεράποντα ἢ τοὺς θαυμασίους προ φήτας ἢ τοὺς δυνατωτάτους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀποστόλους φέροντα εἰς τὴν ἐξέτασιν δυσωπήσειν ἡμᾶς, ὡς ἄρα καὶ οὗτοι εἴποιεν ἂν ὁμοίως τῷ Ἰησοῦ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«. πρὸς οὓς ἔστιν εἰπεῖν· ἆρα καὶ οὗτοί ποτε ἥμαρτον, ἢ ψεῦδος τὸ »Πάντες »γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ«, καὶ οὐκ ἀληθὲς τὸ » Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου« οὐδὲ τεθεωρημένως εἴρηται τὸ »Οὐκ ἔστιν δίκαιος ἐπὶ γῆς ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«; ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ’ οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«, ἀλλ’ ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος· οὐδεὶς γὰρ τιμῶν τι τῶν μὴ τιμωμένων ὑπὸ θεοῦ, τιμᾷ τὸν ἀτιμάζοντα τὰ ὑπ’ αὐτοῦ τιμώμενα.

πῶς γὰρ λεκτέον ὅτι τιμᾷ τὸν πατέρα ὁ μηδὲ τὴν ἀρχὴν τὸ πνεῦμα τῆς υἱοθεσίας λαβών;

οὐδεὶς δὲ ἔχει τὸ πνεῦμα τῆς υἱοθεσίας ἁμαρτάνων· ὁ γὰρ ἐκ τοῦ θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει. καὶ πῶς τιμᾷ τὸν πατέρα ὁ τιμῶν δόξαν τὴν παρὰ ἀνθρώπων ἢ ἀργύριον ἢ τὸν χοϊκὸν πλοῦτον ἢ τὸ ἐκ σαρκῶν καὶ αἱμάτων κάλλος ἢ ἁπαξαπλῶς τι τῶν οἰκείων τῇ ὕλῃ καὶ τῇ φθορᾷ;

Δῆλον οὖν πῶς τοῦ σωτῆρός ἐστιν φωνὴ τὸ »Τιμῶ »τὸν πατέρα«, ἥντινα, ὅση δύναμις, φιλοτιμητέον συμμαρτυρούσης ἡμῖν τῆς συνειδήσεως ἐν πνεύματι ἁγίῳ εἰπεῖν, ἀποδιδοῦσι »τῷ τὴν »τιμὴν τὴν τιμήν«, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν.

καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ »Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα »εὖ σοι γένηται«, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν ἐν τοῖς οὐρανοῖς θεόν φησιν· »Ἀλλὰ τιμῶ | τὸν πατέρα μου«.

ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’ αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος· »Πορεύομαι πρὸς τὸν πατέρα

»μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.

δῆλον οὖν ὅτι κυριώτατα καὶ τελειότατα εἰπόντος τοῦ Ἰησοῦ· »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου« οἱ μιμηταὶ αὐτοῦ, ἕκαστος κατὰ δύναμιν, πάντα ἰσχύσας ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ Ἰησοῦ, καὶ αὐτὸς ἐρεῖ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν »πατέρα μου«. τίς δὲ νεκροῖς συνὼν καὶ ἐν τάφοις οἰκῶν δυνηθείη ἂν εἰπεῖν τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;

ἢ τίς ἄλλο τι παρὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ καὶ τὰ ὑπὸ τοῦ λόγου προστασσόμενα τιμῶν, ἑτέρῳ τὴν τιμὴν διδούς, δέον »τῷ τὴν τιμὴν« ἀποδιδόναι αὐτήν, εἴποι ἂν ὡς Ἰησοῦ μαθητής· »Ἀλλὰ τιμῶ τὸν πατέρα μου«;

ἑξῆς ἐστιν τούτοις τὸ »Καὶ ὑμεῖς ἀτιμάζετέ με« εἰρημένον πρὸς τοὺς ἀτιμάσαντας αὐτὸν καὶ εἰπόντας αὐτῷ τὸ »Οὐ καλῶς λέγομεν ἡμεῖς »ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;« οἰηθέντας τὸ κακῶς εἰρημένον καλῶς λελαληκέναι· κακῶς γὰρ νοοῦντες Σαμαρείτην καὶ δαιμόνιον ἔχοντα τὸν σωτῆρα ἀπεφήναντο.

νομιστέον δὲ τὸ » Καὶ »ὑμεῖς ἀτιμάζετέ με« οὐχὶ καὶ ἐκείνοις μόνοις εἰρῆσθαι τότε ἀλλὰ καὶ τοῖς ἀεὶ ἀτιμάζουσι, δι’ ὧν πράττουσι παρὰ τὸν ὀρθὸν λόγον τὸν τοῦ θεοῦ, καὶ ἀτιμάζουσιν δι’ ὧν ἀδικοῦσιν τὸν χριστόν, ὅς ἐστιν δικαιοσύνη, καὶ ἀτιμάζουσιν δι’ ὧν κατὰ ἀδυναμίαν καὶ ἀσθένειαν ἐπιτελοῦσιν τὴν τοῦ θεοῦ δύναμιν, ἥτις ἐστὶν ὁ σωτήρ· » Χριστὸς γὰρ θεοῦ δύναμις«.

καὶ παντὶ δὲ τῷ ἐξουδενοῦντι σοφίαν λεχθείη ἂν τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, ἐπείπερ Χριστὸς καὶ σοφία ἐστίν.

ἀλλὰ καὶ εἰ δέον τὸ ἐξ αὐτοῦ τινα μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, ὥστ’ ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· » Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός«, καὶ δέον ἀναλαβεῖν τὴν ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν.

εἰ δὲ πολεμικός τις εἴη καὶ δάκνων καὶ καταιτιώμενος καὶ κατεσθίων τὸν πλησίον καὶ πεπληρωμένος τῆς ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ στάσεως τῶν παθῶν, καὶ τούτῳ ἂν λεχθείη τὸ »Ὑμεῖς ἀτιμάζετέ με«. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.