Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ γὰρ Παῦλος »φύσει ὀργῆς υἱός«, τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ;

καὶ εἰ οὐκ ἄλλως γίνεταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ | καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.

τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ »τοῦ τῆς υἱοθεσίας πνεύματος«.

ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ »Τὰ ῥήματα »τοῦ θεοῦ ἀκούει«, ᾧ ὅμοιόν ἐστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«.