Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ, δῆλον μὲν καὶ ἐκ τοῦ »Ἤμεθα τέκνα φύσει ὀργῆς« [ὑπὸ] Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ »Ἐγὼ δὲ λέγω ὑμῖν· »Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων
»ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.εἰ γὰρ Παῦλος »φύσει ὀργῆς υἱός«, τίς ὑπὲρ Παῦλον, ὅσον ἐπὶ τῇ κατασκευῇ, οὐκ ὀργῆς υἱὸς πρὸ τοῦ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ πρὸ τοῦ τέκνον γενέσθαι θεοῦ;
καὶ εἰ οὐκ ἄλλως γίνεταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ | καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ »τοῦ τῆς υἱοθεσίας πνεύματος«.
ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ »Τὰ ῥήματα »τοῦ θεοῦ ἀκούει«, ᾧ ὅμοιόν ἐστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«.
εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πιστεύουσιν.
εἰ δὲ καὶ τὸ »Ἀκούει« ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἁμαρτάνων οὐκ ἔσται υἱὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι.