Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.
Ὅλων δὲ τούτων ἀκούωμεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ’ ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες.
ἐπιστήσεις δὲ εἰ δύναται ἐπὶ τὰ τοιαῦτα σπέρματα, ἤδη καὶ τῶν εἰς ἑαυτοὺς λαμβανόντων αὐτὰ ἴδια ὀνομαζόμενα, ἀναφέρεσθαι τὸ »Πορευόμενοι ἐπορεύοντο »καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν«· εἴ τις γὰρ δύναται, τὴν μετὰ κλαυθμοῦ πορείαν τινῶν ψυχῶν εἰς γένεσιν ἐρχομένων κατανοησάτω, φερουσῶν τὰ σπέρματα ἤτοι πλειόνων δικαίων ἢ ὀλιγω
τέρων | καὶ ἀδίκων ὁμοίως.καὶ ἐννοείτω θεωρῶν ὡσπερεὶ γεωργοὺς ἀγωνιῶντας περὶ ὧν ἔχουσιν σπερμάτων, πῶς τάδε μὲν γεωργήσωσιν (λέγω δὲ τὰ διαφέροντα), τάδε δὲ μὴ σπείρωσιν, εἴγε ἔρχονται καὶ μετὰ χειρόνων σπερμάτων.
ποῖον γὰρ εἰκὸς κλαυθμὸν κλαίειν τούτους περὶ ὧν φησιν ὁ λόγος· » Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, »αἴροντες τὰ σπέρματα αὐτῶν«;
καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, αἴρουσιν τὰ σπέρματα ἑαυτῶν· οὗτοι γὰρ ὡς ἐπίπαν »ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα »αὐτῶν«.
τάχα δὲ ἕτεροι ἦλθον, περὶ ὧν εἴποις ἄν· ›Πορευόμενοι ἐπορεύοντο καὶ ἐγέλων, αἴροντες τὰ σπέρματα ἑαυτῶν‹· οἷς ἀκολου θήσει τὸ ›Ἐρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ δράγματα ἑαυτῶν‹· περὶ ὧν εἴποις ἄν· »Ἐγεννήθησαν ὡσεὶ χόρτος δωμάτων, »ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. »καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς«.