Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ’ ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν· »Ἐγὼ εἶπα, θεοί »ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«-

εἴ τις οὖν καὶ ἄλλος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον· »Ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ«.

διὰ τοῦτο δ’ οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, ἐπείπερ ἠπάτηται καὶ ψευδῆ ὑπολαμβάνει καὶ ἠπάτηται αὐτὸς ὑφ’ ἑαυτοῦ, τούτων χείρων εἶναι λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς δὲ ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.

Ἄξιον δὲ ζητῆσαι πῶς λέγεται τὸ »Ἀλήθεια οὐκ ἔστιν ἐν »αὐτῷ«, οἷον πότερόν ποτε οὐδὲν ἀληθὲς ἔχει δόγμα, ἀλλὰ πάντα ὅσα ποτὲ δοξάζει ψευδῆ ἐστιν· ἢ ὅτι οὐ μετέχει Χριστοῦ, ὡς οἱ Χριστοῦ μέτοχοι μετέχουσιν τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«.

οἱ γὰρ μετέχοντες αὐτοῦ μετέχουσιν αὐτοῦ καὶ καθ’ ὅ ἐστιν ἀλήθεια, καὶ διὰ τοῦτο ἀλήθειά ἐστιν ἐν αὐτοῖς. καὶ τρίτον δ’ ἂν ἐν τῷ τόπῳ τοιοῦτον προσαπορηθείη, ἐπιστησόντων τινῶν εἰ χρὴ λέγειν μὴ εἶναι ἀλήθειαν ἐν τῷ ὁτιποτοῦν ψεῦδος ὑπολαμβάνοντι, κἂν μετὰ πολλῶν ἀληθῶν τοῦτο νομίζῃ.

ὡς γὰρ ψεῦδος τὸ ἐκ μυρίων ὅσων ἀληθῶν καὶ ἑνὸς ψεύδους συμπεπλεγμένου, οὕτως ἐν τῷ δοξάζοντι μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος οἱονεὶ τὸ τοιοῦτόν ἐστιν συμπεπλεγμένον, ὥστ’ ἂν εἰπεῖν ὅτι ἐν τῷδε οὐκ ἔστιν ἀλήθεια. δείκνυμι δὲ τὸν μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος ὑπολαμβάνοντα.

καὶ τὰ τρία γε δόξει ἔχειν λόγον, τινὸς μὲν φήσοντος κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ«, ἐπεὶ οὐ μετέχει Χριστοῦ; ᾧ γε καὶ προσπολεμεῖ· ἑτέρου δέ, ἐπείπερ οὐδὲν ἀληθὲς φρονεῖ ἀλλ’ ἐν πᾶσιν διέψευσται, καὶ διὰ τοῦτό ἐστιν διάβολος καὶ πονηρὸς καὶ χείρων παντὸς οὑτινοσοῦν πταίοντος, ὅτι τάχα ἐν μὲν τοῖς πολλοῖς ἐστίν τι καὶ ἀληθὲς μετὰ πολλῶν ὧν σφάλλονται, ἐν δὲ τούτῳ οὐδὲν ἀληθές.

καὶ τρίτος δέ τις συναγορεύσει τῷ λοιπῷ λέγων ἀμήχανον εἶναι λογικόν τι τυγχάνον ζῷον περὶ πάντων ψευδοδοξεῖν καὶ περὶ μηδενὸς κἂν ἀσθενῶς τὸ ἀληθὲς ὑπολαμβάνειν.

πάντως γοῦν κἂν τοῦτο ἔχῃ ὁ διάβολος δόγμα ἀληθὲς περὶ αὑτοῦ ἐννοῶν ὅτι λογικός | ἐστιν, καὶ ὅτι τὸ τοιόνδε μὲν ἄνθρωπός ἐστιν, τὸ τοιόνδε δὲ ἄγγελος, καὶ τὸ

τοιὸν μὲν σῶμα, καὶ ποιὸν σῶμα, ἄλλο δέ τι ἕτερον σώματος.

ἀλλ’ ἵνα καὶ τὸ τελευταῖον μὴ λέγῃ καὶ μὴ ἐννοῇ, ἀλλά γε αὐτάρκη τὰ πρῶτα πρὸς τὸ μὴ ἂν δύνασθαι εἶναι ἀληθὲς περὶ αὐτοῦ τὸ ὅτι οὐδὲν ἀληθὲς φρονεῖ.

Ἡμεῖς μὲν οὖν τοῦ »Ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν« ἀκούομεν οὐχ ὡς φύσιν τοιαύτην ἐμφαίνοντος, οὐδὲ τὸ ἀδύνατον περὶ τοῦ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ παριστάντος· ὁ δὲ Ἡρακλέων εἰς ταῦτά φησι τὸ Οὐ γὰρ ἐκ τῆς ἀληθείας ἡ φύσις ἐστὶν αὐτοῦ, ἀλλ’ ἐκ τοῦ ἐναντίου τῇ ἀληθείᾳ, ἐκ πλάνης καὶ ἀγνοίας.