Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
πόσῳ δὲ βέλτιον περὶ πάντων τῶν τοῦ διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;
(21) Ἐπεί ἐστίν τις κοινότερον ἀνθρωποκτόνος ὁ ὁπωσποτὲ ἀπεκτονὼς ἄνθρωπον, ὅστις ἐστὶν καὶ μέσος, καθ’ ὃ καὶ ζήλῳ θεοῦ πεποίηκεν ὁ Φινεὲς ἀποκτείνας τὸν Ἰσραηλίτην πορνεύοντα καὶ τὴν Μαδιανίτιν ⟨καὶ⟩ ἀνθρωποκτόνος οὐ ψεκτῶς ῥηθήσεται καὶ ὁ Δαβὶδ »ἐν ὀνόματι κυρίου τῶν δυνάμεων, θεοῦ παρατάξεως »Ἰσραήλ« ⟨πατάξας⟩ τὸν Γολιάθ, ζητητέον τὴν ἀληθινὴν ἀνθρώπου ζωὴν καὶ τὸν ἐναντίον ταύτῃ θάνατον αὐτοῦ, ἵνα νοηθῇ ὁ ψεκτῶς ἀνθρωποκτόνος.
καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ φήσεις τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, ὅσον οὐχ ἡμαρτήκεισαν, μὴ ἀνῃρῆσθαι· ᾗ δὲ ἡμέρᾳ ἔφαγον ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου εὐθέως καὶ τεθνηκέναι, οὐκ ἄλλου τινὸς ἀποκτείναντος αὐτοὺς ἢ τοῦ | ἀνθρωποκτόνου διαβόλου, ὅτε τὴν Εὔαν διὰ τοῦ ὄφεως ἠπάτησεν καὶ ἡ Εὔα δέδωκεν τῷ ἀνδρὶ ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν ὁ ἀνήρ.
κατὰ μέντοι γε τὰ βαθύτερα τῶν δογμάτων νοήσας τὸ »Οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι, »καὶ διηγήσομαι τὰ ἔργα κυρίου«, καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς Σαδδουκαίους ἀπορρητότατα τοῖς συνιέναι τοῦ λεγομένου δυναμένοις εἰρημένον ἐν τῷ κατὰ Ματθαῖον· »Περὶ τῆς ἀναστάσεως »τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· »Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν »ὁ θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, καὶ ἐν τῷ κατὰ Λοῦκαν· »Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωσῆς ἐμήνυσεν, ὡς λέγει ἐπὶ τῆς »βάτου κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ· »οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν«·
ἔτι δὲ καὶ ἐν τῷ κατὰ Μάρκον· »Περὶ τῶν νεκρῶν, † οὐκ ἀνέγνωτε »ὅτι ἐγείρονται ἐν τῇ βίβλῳ Μωσέως ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ »ὁ θεὸς λέγων· Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς »Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων«, ὄψει ὅτι εἰ νῦν ζῇ ἐκ νεκρῶν ἀναστάς, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ νεκροὶ ἦσαν, πρὶν ζήσωσιν· νεκρὸς δὲ κυρίως οὐδεὶς λέγεται μὴ πρότερον ζήσας.
ἐπίστησον δὲ καὶ τῷ »Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, καὶ ἐν »τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, ἐν οἷς οὔτε ὁ μέσος θάνατος σημαίνεται κατὰ τὸ »Ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, οὔτε ἡ ἀδιάφορος ζωὴ καὶ μήτε ἀγαθὸν οὖσα καθ’ αὑτὴν μήτε κακὸν κατὰ τὸ »Ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται«, καὶ ὄψει τὴν ζωὴν τοῦ κατ’ εἰκόνα ἀνθρώπου. νοήσας δὲ αὐτοῦ τὴν ζωὴν συνήσεις τίνα τρόπον ὁ ἀνθρωποκτόνος ἀπέκτεινε τὸν ζῶντα ἄνθρωπον, οὐ διά τινα ἕνα ἰδίως ποιόν, ἀλλὰ δι’ ὅλον τὸ γένος, ὃ ἀπέκτεινεν, καθ’ ὃ »ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν«, ὑγιῶς λεχθησόμενος ἀνθρωποκτόνος.