Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐπιστήσωμεν οὖν μὴ μόνον οἷς ποιοῦμεν, ἀλλὰ καὶ οἷς θέλομεν. αὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας· καὶ τάχα διὰ

τοῦτο μετὰ τὸ » Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« εἴρηται τὸ » Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« , ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρῆματιοῦμεν διαβόλου υἱοί.

πιθανώτατα δ’ ἄν τις πρὸς ταῦτα λέγοι ὡς ἄρα ἀρκεῖ πρὸς τὸ εἶναι υἱὸν θεοῦ τὸ θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας, κἂν μὴ προσῇ τούτῳ ⟨τὸ⟩ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ.

ἀλλὰ λεκτέον ὅτι ἀνάγκη τὸν θέλοντα ποιεῖν τὰς ἐπιθυμίας τοῦ θεοῦ καὶ ποιεῖν τὰ ἔργα τοῦ θεοῦ· οὐ γὰρ μόνον τὸ θέλειν ἀλλὰ καὶ τὸ ἐνεργεῖν, ὥς φησιν ὁ Παῦλος, ἐκ τοῦ θεοῦ ἐστιν, ἑπομένου πόντως τῷ καλῷ θέλειν τοῦ συζύγου αὐτῷ ⟨τοῦ⟩ ἐνεργεῖν (καὶ γὰρ » Τοῖς »ἀγαπῶσιν τὸν θεὸν | πάντα συνεργεῖ εἰς ἀγαθόν«), καὶ οὐκ ἂν καλὸν θέλειν ἀτελὲς ἐάσαι ὁ ποιῶν πάντα καλὰ λίαν· ἀλλ’ οὐδὲ ἐπινοηθῆναι δύναται καλὸν θέλειν μὴ συνεζευγμένης τῆς κατὰ τὸ οὕτω θέλειν ἐνεργείας καλῆς τῷ καλῷ θέλειν.

ἡ μέντοι γε πρὸς τῷ θέλειν ἐνέργεια κἂν ἐμποδίζοιτο ὑπὸ τῆς προνοίας εὐλόγως πολλάκις, ὅτε ὑπέρ τινος καθολικῶς χρησίμου ἢ ὅπως ποτὲ χρησίμου χρεία ἀνακόπτεσθαι τὸ κατὰ τὸ θέλειν τὸ χεῖρον ἔργον.

Εἰς ταῦτα δὲ ὁ Ἡρακλέων φησί· πρὸς οὓς ὁ λόγος, ἐκ τῆς οὐσίας τοῦ διαβόλου ἦσαν· ὡς ἑτέρας οὔσης τῆς τοῦ διαβόλου οὐσίας παρὰ τὴν τῶν ἄλλων λογικῶν οὐσίαν.

ὄμοιον δὲ ἐν τούτῳ μοι πεπονθέναι φαίνεται τῷ ἑτέραν οὐσίαν φάσκοντι ὀφθαλμοῦ παρορῶντος καὶ ἑτέραν ὁρῶντος, καὶ ἑτέραν οὐσίαν ἀκοῆς παρακουούσης καὶ ὑγιῶς ἀκουούσης.

ὡς γὰρ ἐν τούτοις οὐχ ἡ οὐσία διάφορος, ἀλλά τι αἴτιον ἐπισυμβέβηκεν τοῦ παρακούειν καὶ τοῦ παρορᾶν, οὕτως παντὸς τοῦ πεφυκότος λόγῳ παρακολουθεῖν ἡ παρακολουθητικὴ οὐσία ἡ αὐτή ἐστιν, εἴτε παραδέχεται τὸν λόγον εἴτε ἀνανεύει πρὸς αὐτόν.

τί γὰρ διαφέρει ἐφ’ ἡμῶν τῶν ἀνθρώπων τὸ παρακολουθῆσαν τοῦ μὴ παρακολουθοῦντος οὐκ ἂν ἔχοιμεν εἰπεῖν, εἰ καὶ μετὰ τὸ συνιέναι τῶν εἰρημένων ὁ μέν τις ἐπικρίνας συγκατέθετο τῷ λεγομένῳ, ὃ δὲ ἀνένευσεν πρὸς αὐτό.

Πολλάκις δὲ εἴπομεν, ὅτι ἐὰν συγχωρηθῇ τοῦτο τὸ ἀδύνατον (λέγω δὲ τὸ εἶναι οὐσίας ἑτέρας καὶ ἀνεπίδεκτον τῶν κρειττόνων τὸν διάβολον), περὶ μὲν ἐκείνου ἀπολογησόμεθα ὡς οὐδαμοῦ αἰτίου τῆς πονηρίας, τὸ δὲ ἔγκλημα τῷ αὐτὸν οὐσιώσαντι καὶ δημιουργήσαντι προσάψομεν, ὅπερ ἐστὶ πάντων ἀτοπώτατον.