Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐν γοῦν ὀκτωκαιδεκάτῳ ψαλμῷ | εἴρηται· »Τὰ κρίματα κυρίου ἀληθινά, »δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον »πολύν«. κἄν, ὥς τινα δὴ τῶν ἀντιγράφων ἔχει, ᾖ »τὰ ἐπιθυμήματα »ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν«, φήσεις ὅτι τὰ ἐπιθυμήματα τοῦ ἐπιθυμῆσαί τινα αὐτῶν ἄξιά ἐστιν, ὡς τὰ εὐλογητὰ τοῦ εὐλογεῖσθαι, καὶ τὰ ἀγαπητὰ τοῦ ἀγαπᾶσθαι.
ὥσπερ οὖν τὰ εὐλ̣ογήματα μᾶλλον ὑπὸ θεοῦ εὐλογεῖται καὶ τὰ ἀγαπητὰ μᾶλλον ὑπὸ θεοῦ ἀγαπᾶται, οὕτω καὶ τὰ ἐπιθυμήματα μᾶλλον ἂν ὑπὸ θεοῦ εὐλογώτερον ἐπιθυμηθείη, εὐγνωμονέστερον ἡμῶν ἀκουόντων, ὡς προειρήκαμεν, τῆς ἐπιθυμίας. καὶ ὁ σωτὴρ δέ φησιν· »Ἐπιθυμίᾳ ἐπεθύμησα »τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν«.
περὶ δὲ τοῦ καὶ φαύλην εἶναι ἐπιθυμίαν ἤρκει μὲν καὶ τὸ ἐν χερσὶν ῥητόν· οὐδὲν δὲ ἧττον παραθετέον καὶ τὸ »Ὃς ἂν ἐμβλέψῃ γυναῖκα πρὸς »τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ«. οὐ πάντως δὲ ὁ ἐπιθυμῶν ἀπόντος ἐπιθυμεῖ, ὡς οὐδὲ ὁ βουλόμενος πάντως τὰ ἀπόντα βούλεται.
τοῦτο δὲ προεθεραπεύσαμεν διὰ τὰ ἐπιθυμήματα τοῦ θεοῦ καὶ τὰς τῶν τελείων ἐπιθυμίας.
Πᾶς οὖν υἱός τινος τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ πᾶς υιός τίνος ποιεῖ τὰ ἔργα τοῦ πατρὸς αὐτοῦ. οὕτω γὰρ καὶ ὁ σωτὴρ τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ.
καὶ »ὁ ἄνθρωπος τῆς »ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας« τὰς ἐπιθυμίας τοῦ πατρὸς ἑαυτοῦ θέλει ποιεῖν, καὶ ποιεῖ τὰ ἔργα τοῦ πατρὸς ἑαυτοῦ. καὶ ἐφ’ ἡμῶν δὲ τῶν ἀνθρώπων πάντως τὰ ἔργα ἤτοι θεοῦ ἐστιν ἢ διαβόλου, καὶ ἃ θέλομεν ποιεῖν ἤτοι ἐπιθυμία ἐστὶν τοῦ ἀγαθοῦ ἐν οὐρανοῖς πατρὸς ἡμῶν ἢ τοῦ ἐχθροῦ αὐτῷ διαβόλου.
καὶ εἰ μὲν ποιοῦμεν τὰ ἔργα τοῦ θεοῦ καὶ θέλομεν τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖν, υἱοί ἐσμεν τοῦ θεοῦ· εἰ δὲ τὰ τοῦ διαβόλου πράττομεν, θέλοντες ἃ ἐκεῖνος ἐπιθυμεῖ ποιεῖν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐσμέν.
ἐπιστήσωμεν οὖν μὴ μόνον οἷς ποιοῦμεν, ἀλλὰ καὶ οἷς θέλομεν. αὔταρκες γὰρ εἰς τὸ εἶναι τοῦ διαβόλου υἱὸν τὸ κἂν θέλειν αὐτοῦ ποιεῖν τὰς ἐπιθυμίας· καὶ τάχα διὰ
τοῦτο μετὰ τὸ » Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν« εἴρηται τὸ » Τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« , ἵνα μάθωμεν ὅτι εἰ καὶ μόνον θέλομεν ποιεῖν ἅπερ ἐπιθυμεῖ ὁ διάβολος, χρῆματιοῦμεν διαβόλου υἱοί.