Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐπὰν δὲ ἐκείνῃ τῇ καταστάσει τοῦ υἱοῦ συγκρίνῃ τὴν ἐκ τοῦ ἀνειληφέναι τὴν τοῦ δούλου μορφήν, ἑαυτὸν κενώσαντα, συνήσει πῶς ὁ υἱὸς τοῦ θεοῦ ἐξῆλθεν καὶ ἧκεν πρὸς ἡμᾶς, καὶ οἱονεὶ ἔξω γεγένηται τοῦ πέμψαντος αὐτόν, εἰ καὶ κατ’ ἄλλον τρόπον οὐκ ἀφῆκεν αὐτὸν μόνον ὁ πατήρ, ἀλλὰ μετ’ αὐτοῦ ἐστιν, καὶ ἔστιν ἐν τῷ υἱῷ ὥσπερ καὶ αὐτὸς ἐν τῷ πατρί.
καὶ εἰ μὴ κατ’ ἄλλον γε τρόπον νοήσαις εἶναι τὸν υἱὸν ἐν τῷ πατρί, ὡς ἦν πρὶν ἐξέλθῃ ἀπὸ τοῦ θεοῦ, δόξει περιέχειν μάχην τὸ καὶ ἐξεληλυθέναι ἀπὸ τοῦ θεοῦ καὶ εἶναι τὸν ἐξεληλυθότα ἀπὸ τοῦ θεοῦ ἔτι ἐν τῷ θεῷ.
ἄλλοι δὲ τὸ »Ἐξῆλθον ἀπὸ τοῦ θεοῦ« διηγήσαντο ἀντὶ τοῦ »γεγέννημαι ἀπὸ τοῦ θεοῦ«, οἷς ἀκολουθεῖ ἐκ τῆς οὐσίας φάσκειν τοῦ πατρὸς γεγεννῆθαι τὸν υἱόν, οἱονεὶ μειουμένου καὶ λεί ποντος τῇ οὐσίᾳ ᾗ πρότερον εἶχεν τοῦ θεοῦ, ἐπὰν γεννήσῃ τὸν υἱόν, ὡσεὶ νοήσαι τις τοῦτο καὶ ἐπὶ τῶν ἐγκυμόνων.
ἀκολουθεῖ δὲ αὐτοῖς καὶ σῶμα λέγειν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ διῃρῆσθαι τὸν πατέρα, ἅπερ ἐστὶν δόγματα ἀνθρώπων μηδ’ ὄναρ φύσιν ἀόρατον καὶ ἀσώματον πεφαντασμένων, οὖσαν κυρίως οὐσίαν.
οὗτοι δὲ δῆλον ὅτι ἐν σωματικῷ τόπῳ δώσουσιν τὸν πατέρα, καὶ τὸν υἱὸν τόπον ἐκ τόπου ἀμείψαντα σωματικῶς ἐπιδεδημηκέναι τῷ βίῳ, καὶ οὐχὶ κατάστασιν ἐκ καταστάσεως, ὥσπερ ἡμεῖς ἐξειλήφαμεν.
(17) Ταῦτα νομίζω λέγεσθαι ὥς τινων ἀφ’ ἑαυτῶν ἐρχομένων καὶ μὴ ἀπεσταλμένων ἀπὸ τοῦ πατρός. περὶ μὲν οὖν ἀνθρώπων τοιούτων, διδασκαλίαν ἢ προφητείαν ὑπισχνουμένων, διδασκόμεθα καὶ ἀπὸ τοῦ Ἱερεμίου, ἔνθα γέγραπται· » Οὐκ ἀπέστελλον τοὺς »προφήτας, καὶ αὐτοὶ ἔτρεχον«.
εἰ δὲ καὶ δυνάμεις τινὲς μὴ ἀποστελλόμεναι ἀπὸ τοῦ πατρὸς ἔρχονται πρὸς ἀνθρώπους, | ἐπιστήσεις καὶ εἴ τινες ἐν αὐταῖς εἰσιν ἐκ τοῦ θεοῦ ἐξεληλυθυῖαι καὶ τούτῳ ἡμαρτηκυῖαι τῷ μὴ ἀπεστάλθαι ἀπ’ αὐτοῦ.
οὐκ ἀζήτητον δὲ ἐατέον τὸν τόπον καὶ εἰς τὸν περὶ ψυχῆς λόγον· τάχα γὰρ ἡ μὲν τοῦ Ἰησοῦ ψυχὴ ἐν τῇ ἑαυτῆς τυγχάνουσα τελειότητι ἐν θεῷ καὶ τῷ πληρώματι ἦν, καὶ ἐκεῖθεν ἐξεληλυθυῖα, τῷ ἀπεστάλθαι ἀπὸ τοῦ πατρός, ἀνέλαβεν τὸ ἐκ τῆς Μαρίας σῶμα. ἄλλαι δὲ οὐχ οὕτως ἐξῆλθον ἀπὸ τοῦ θεοῦ, τουτέστιν οὐκ ἀπεσταλμέναι οὐδὲ ὑπὸ τοῦ θείου βουλήματος προπεμφθεῖσαι.