Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐγὼ δὲ λέγω ὑμῖν· »Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν »διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.

πρόσχες γὰρ τῷ »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν »οὐρανοῖς« ἐμφαίνοντι ὅτι οὐ πρότερόν τις ὢν υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός.

ἐπιμελῶς δὲ | τηρήσας καὶ περὶ τοῦ προσκειμένου τῷ » Τοῦ πατρός«, ὅπερ ἐστίν, »Ὑμῶν« (γέγραπται γάρ· »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν «), ζητήσεις πότερον ἁπλούστερον εἴρηται, ἢ τῶν ἀντιγράφων ἡμαρτημένων πρόσκειται τὸ »Ὑμῶν« (οὐδὲν γὰρ ἂν ἐζητήσαμεν, εἰ ἐγέγραπτο· »ὅπως γένησθε »υἱοὶ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς«), καὶ μάλιστα ἐπεὶ δοκεῖ μάχην περιέχειν τὸ γίνεσθαι υἱόν τινα, οὐχ ἁπλῶς τοῦ ἐν οὐρανοῖς πατρός, ἀλλὰ τοῦ ἰδίου πατρός.

εἰ μὲν γὰρ αὐτοῦ πατήρ ἐστιν, οὐχ ὕστερον γίνεται αὐτοῦ υἱός· εἰ δὲ γίνεται αὐτοῦ υἱός, οὐκ ἦν αὐτοῦ πατήρ.

ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς, μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ’ ἐξαίρετον κατορθούμενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα.

πολλῶν γοῦν ἐν τῷ κατὰ Ματθαῖον εἰρημένων παρατήρει 〈ὅτι〉 τὸ »Ὅπως γένησθε υἱοὶ »τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«, ἐπιφέρεται τῷ »Ἐγὼ δὲ »λέγω ὑμῖν· Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ »τῶν διωκόντων ὑμᾶς«.

καὶ γὰρ ἐμφαίνεται ἡ πρὸς θεὸν ὁμοιότης καὶ μίμησις αὐτοῦ ἀγαπῶντος τὰ ὄντα πάντα καὶ μηδὲν βδελυσσομένου ὧν ἐποίησεν καὶ φειδομένου πάντων (ἐπείπερ αὐτοῦ τοῦ φιλοψύχου δεσπότου ἐστὶν τὰ πάντα) ἐν τῷ ἀγαπῶντι τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσευχομένῳ ὑπὲρ τῶν διωκόντων αὐτόν.