Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ὅρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημένου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον.
τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χριστοῦ, ὅς ἐστιν »θεοῦ δύναμις καὶ θεοῦ σοφία;«
τὸ μὲν οὖν γεγραμμένον ἐστίν· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· ἀκολούθως δ’ ἂν παρὰ τοῦτο εἴποις· εἰ τέκνα τοῦ Ἰσαάκ ἐστε, τὰ ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε· τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς ἑκάστου τῶν ἁγίων πατέρων.
καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς »ὁ »ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται« ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἢ τοῦ Χάμ, ἢ τοῦ Χαναὰν, ἢ τοῦ Θαραώ, ἢ τοῦ Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.
τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας· νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ »Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς »πατέρας σου«· οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις
τὸ » Μετὰ εἰρήνης«· τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροημέροις γενομένοις καὶ τὸ »Τραφεὶς ἐν γήρᾳ καλῷ«, ἐπείπερ »Πολιά »ἐστιν φρόνησις ἀνθρώποις« καὶ »Στέφανος καυχήσεως γῆρας« καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί.Οἱ ζητοῦντες ἀποκτεῖναι, ἐπεὶ θεὸς οὐκ ἀποκτίννυται, κἂν ἀποκτιννύωσιν, ἄνθρωπον ἀποκτιννύουσιν. κἂν ζητῶσιν ἀποκτεῖναι, μήπω ἀποκτιννύντες, οὐχὶ θεὸν νομίζοντες εἶναι, ᾧ ἐπιβουλεύουσιν, ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν· οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι.
ἔστι δέ πως ἀεὶ θεωρῆσαι τοὺς τῷ λόγῳ τοῦ θεοῦ ἐπιβουλεύοντας, ὅτι ἀποκτεῖναι ζητοῦσιν καὶ ἐξαφανίσαι αὐτόν, ἄνθρωπον αὐτόν, τουτέστιν ἀνθρώπινον καὶ θνητόν, εἶναι ὑπολαμβάνοντες, ἢ καὶ τῷ ἀνθρωπινωτέρῳ αὐτοῦ καὶ βλεπομένῳ ἐπιτίθενται· ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.
διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐδὲ φοβητέον ἀπὸ τῶν ἀπο|κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ δυναμένων.
ἀλλ’ εἰ τοιοῦτός τίς ἐστιν ⟨ὁ⟩ λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται· ὁ κύριος γὰρ Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας ἑαυτοῦ τὸν ἀντικείμενον λόγον καὶ ἐπαιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα.