Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὁ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων ἃ εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα· σοφία γὰρ ἦν πᾶς ὁ λόγος αὐτοῦ· » Πᾶς δὲ χρυσὸς » ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος » ἐναντίον αὐτῆς«.

καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν

μεμαθηκόσιν τῆς τοῖς τελείοις λαλουμένης σοφίας, ἐν μυστηρίῳ ἀποκεκρυμμένης, »ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν« τῶν δικαίων »αὐτοῦ δόξαν«, καὶ δυναμένοις ἐνορᾷν ὑπεροχὴν σοφίας θεοῦ παρὰ τὴν »σοφίαν τοῦ αἰῶνος τούτου« ἢ »τῶν ἀρχόντων τοῦ »αἰῶνος τούτου, τῶν καταργουμένων«, οἱονεὶ προφήταις ἰδίοις χρωμένων, τῶν ὁποιωνδήποτε λόγων ἑτέρων παρὰ τὴν ἀλήθειαν προϊσταμένοις· ψάμμος γὰρ ὀλίγη αἱ λοιπαὶ σοφίαι χρυσὸς εἶναι νομιζόμεναι ἐν ὄψει σοφίας, ἣν ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ ἄργυρος ὁ τῶν πολλῶν λαμπρὸς καὶ πιθανὸς λόγος ὡς πηλὸς λογισθήσεται, ⟨ἐναντίον⟩ τῶν ἁγνῶν λογίων κυρίου τῶν πεπυρωμένων καὶ κεκαθαρισμένων ἑπταπλασίως καὶ δοκίμων, ἅτε προεληλυθότων ἀπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου.

Τὰ δὲ ἀπὸ τῆς ἐπιγεγραμμένης Σοφίας ἄλλως παρεθέμεθα εἰς τὸ συνιδεῖν τὴν δύναμιν τοῦ » Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν ἐν »τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῶ«. τηρείσθω γὰρ ἡ περὶ τῶν πλουσίων καὶ τῆς πενιχρᾶς χήρας διήγησις ὡς ἀποδέδοται, καὶ εἴ τίς γε μιμητής ἐστιν Χριστοῦ, ἡκέτω ἐπὶ τὸ μὴ ἐν τόπῳ νοητὸν ἱερὸν τοῦ θεοῦ ὁδεύων τῷ νῷ καὶ ἀκολουθῶν τῷ πνεύματι χειραγωγῆσαι αὐτὸν ἐπ’ αὐτὸ δυναμένῳ, καὶ φερέτω δόκιμα νομίσματα, ῥήματα ζωῆς αἰωνίου, ἐπὶ τὸ γαζοφυλάκιον, καὶ ἔργα ἀκόλουθα τοῖς τοιούτοις ῥήμασιν.

ἀλλ’ εἴ|θε μήτε πενιχρά τις ἡμῶν μήτε χήρα εἴη φέρειν μηδὲν πλεῖον δυναμένη δύο λεπτῶν, μήτε πλούσιος ἐκ μόνου τοῦ περισσεύματος φέρων, ἀλλὰ πάντα τὸν πλοῦτον ἀνατιθεὶς τῷ θεῷ.

Ἰησοῦς δὲ οὐ πάντα ἃ εἶχεν ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων, ἀλλὰ τοσαῦτα ὅσα ἐχώρει τὸ γαζοφυλάκιον· οὐδὲ γὰρ αὐτόν γε οἶμαι χωρεῖν τὸν κόσμον τὸν ὅλον τοῦ θεοῦ λόγον.

ὅμως δὲ τοσαῦτα ῥήματα ἐν τῷ γαζοφυλακίῳ λαλῶν καὶ διδάσκων ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ὑπ’ οὐδενὸς ἐκρατεῖτό πω· καὶ αὐτοῦ γὰρ οἱ λόγοι ἰσχυρότεροι ἐτύγχανον τῶν πιάσαι αὐτὸν θελόντων. καὶ ὅσον γε λέγει, οὐδεὶς αὐτὸν πιάσει τῶν ἐπιβουλευόντων αὐτῷ· ἀλλ’ ἐὰν σιωπήσῃ, τότε κρατεῖται.

ὅθεν ἐπεὶ ἐβούλετο ὑπὲρ τοῦ κόσμου παθεῖν, ἐξεταζόμενος ὑπὸ τοῦ Πιλάτου καὶ μαστιγούμενος σιωπᾷ· εἰ γὰρ λελαλήκει, οὐκέτι ἐγίνετ’ ⟨ἂν⟩ αὐτῷ τὸ ἐσταυρῶσθαι ἐξ

ἀσθενείας, ἐπείπερ οὐκ ἔστιν ἀσθένεια ἐν οἷς ὁ λόγος λαλεῖ.

ὄντι δὲ αὐτῷ ἐν τῷ γαζοφυλακίῳ οὐδέπω ἡ ὥρα ἐνειστήκει τοῦ πιασθῆναι αὐτόν, ἀλλ’ οὐδὲ ὄντι ἐν τῷ ἱερῷ· χειμάρρουν δέ τινα ἐχρῆν εἶναι τὸν τόπον ἔνθα ἐβούλετο πιασθῆναι ὁ Ἰησοῦς καὶ ἐδύνατο.