Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τί δέ μοι βούλεται ἡ τῶν ῥητῶν παράθεσις τηρήσαντι, ὅτι τὸ γαζοφυλάκιον ἐν τῷ ἱερῷ ἦν, ὑπὲρ τοῦ νοῆσαι τὴν προκειμένην τοῦ Ἰωάννου λέξιν ἤδη λέξωμεν· εἰ τὸ ἱερὸν ἀνάγομεν τοῦ θεοῦ καὶ ⟨τὰ⟩ κατὰ τὸν ναὸν εἰς τὸν πνευματικὸν λόγον, τούτῳ ἀκολούθως καὶ τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον κατανοήσωμεν, ὅπερ ἐστὶν τόπος νομισμάτων εἰς τιμὴν θεοῦ καὶ οἰκονομίαν ἀναπαύσεως πενήτων προσφερομένων.

τὰ δὲ

νομίσματα τίνα ἂν εἴη ἢ οἱ θεῖοι λόγοι τὴν εἰκόνα τοῦ μεγάλου βασιλέως ἐντετυπωμένην ἔχοντες, ὑπὸ δοκίμων τραπεζιτῶν θεωρούμενοι, τῶν χωρίζειν ἐπισταμένων ἀπὸ τῶν δοκίμων τὰ ἀδόκιμα ⟨μὲν⟩ προσποιούμενα δὲ εἶναι δόκιμα καὶ τηρούντων τὴν ἐντολὴν Ἰησοῦ λέγουσαν· » Γίνεσθε δόκιμοι τραπεξῖται«, καὶ τὴν Παύλου διδαχὴν φάσκοντος· » Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς »εἴδους πονηροῦ ἀπέχεσθε«; ἕκαστος δὴ συνεισφερέτω εἰς οἰκοδομὴν τῆς ἐκκλησίας φέρων ἐπὶ τὸ νοητὸν γαζοφυλάκιον ἃ δύναται εἰς τιμὴν τοῦ θεοῦ καὶ ὠφέλειαν τοῦ κοινοῦ.

Ἐπεὶ δὲ ἔστιν ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό γων καὶ ἀπὸ πράξεων, ὧν | ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ’ ἐπεὶ οὐκ ἴση οὐδ’ ὁμοία πάντων ἡ δύναμις ἐν τῷ βίῳ τούτῳ, εἴγε ἔδωκεν ὁ οἰκοδεσπότης τῷ μὲν πέντε τάλαντα, τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ὁ ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς ὃ διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀποδέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ.

διόπερ εἰ [ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς ὅλῃ δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ⟨ὡς〉 γέγραπται ἃ παρεθέμεθα τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου.

ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζομένους διαφέρειν ⟨δεῖν⟩ ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς ἀνθρώπων κρίσιν ὑποδεεστέρων· οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀνθρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν, ὅτι πάντα ἃ δεδύνηται πεποίηκεν, ἢ ἐκεῖνος οὐ πάντα ⟨εἰ ἃ〉 οἷός τε ἦν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου ἀποδέδωκεν.

ἀνέβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ, ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν, καὶ ἀνάλογον τούτοις

βιοῦσαν, εἶπεν· »Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτῳχὴ αὕτη πλεῖον »πάντων ἔβαλεν«.

καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὧν οἷοί τε ἦσαν συνεισφέρειν.