Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἕτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀκριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὓς φησιν· »Οὔτε »ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου« | Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ’ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν.
ὅρα δὲ εἰ μὴ καὶ ἄλλως ἡ γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέντας γινώσκειν ἐκεῖνό φησιν, ᾧ ἀνεκράθησαν καὶ κεκοινωνήκασιν· πρὸ δὲ τῆς τοιαύτης ἑνώσεως καὶ κοινωνίας κἂν τοὺς λόγους καταλαμβάνωσιν περί τινος, οὐ γινώσκουσιν ἐκεῖνο.
ὁ γοῦν Ἀδὰμ περὶ τῆς Εὔας λέγων· » Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς »σαρκός μου« οὐκ ᾔδει τὴν γυναῖκα· ὅτε γὰρ αὐτῇ ἐκολλήθη, τότε εἴρηται· »Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοὺ«. καὶ εἴ τίς γε προσκόπτοι διὰ τὸ παρειληφέναι ἡμᾶς εἰς τὴν περὶ θεοῦ γνῶσιν παράδειγμα τὸ »Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοὺ«· πρῶτον μὲν τῷ »Τὸ μυστήριον τοῦτο μέγα ἐστίν« ἐπιστησάτω· δεύτερον δὲ ἀντιπαραθέτω τὸ περὶ ἄρρενος καὶ θηλείας λεγόμενον παρὰ τῷ ἀποστόλῳ· τῇ αὐτῇ λέξει χρῆται περὶ ἀνθρώπου καὶ κυρίου· »Ὁ κολλώμενος »τῇ πόρνῃ ἓν σῶμά ἐστιν καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά »ἐστιν«.
ἐγνωκέτω μὲν οὖν ὁ κολλώμενος τῇ πόρνῃ τὴν πόρνην, καὶ ὁ κολλώμενος τῇ γυναικὶ τὴν γυναῖκα, μᾶλλον δὲ τούτου καὶ ἁγίως ἐγνωκέτω ὁ κολλώμενος τῷ κυρίῳ τὸν κύριον. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν οὐδὲ τὸν υἱόν, καὶ ἀληθὴς
ἦν ὁ λέγων· » Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«. εἰ δὲ μὴ οὕτως ἐκλαμβάνοιμεν (λέγω δὲ κατὰ τὴν τελευταίαν ἐκδοχήν) τὸ γινώσκειν ἀντὶ τοῦ ἀνακεκρᾶσθαι καὶ ἡνῶσθαι, διηγείσθω τις τὸ » Νῦν δὲ γνόντες »θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ« καὶ τὸ »Ἔγνω κύριος »τοὺς ὄντας αὐτοῦ«.κατὰ γὰρ ἡμᾶς ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ ἀνακραθεὶς αὐτοῖς καὶ μεταδεδωκὼς αὐτοῖς τῆς ἑαυτοῦ θειότητος καὶ ἀνειληφὼς αὐτούς, ὡς ἡ τοῦ εὐαγγελίου λέξις φησίν, εἰς τὴν ἑαυτοῦ χεῖρα, ἐν τῇ χειρὶ τοῦ πατρὸς ὄντων τῶν εἰς τὸν σωτῆρα πεπιστευκότων· διὸ καὶ εἰ μὴ πέσοιεν ἀπ’ αὐτῆς ἑαυτοὺς μακρύνοντες ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ, οὐχ ἁρπαγήσονται· οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ πατρός.
V. Μετὰ ταῦτα ζητήσεις εἰς τὸ αὐτό, λέγω δὲ τὸ » Οὔτε ἐμὲ »οἴδατε οὔτε τὸν πατέρα μου«, εἰ ἔστιν γινώσκοντά τινα τὸν θεὸν μὴ· γινώσκειν τὸν πατέρα· εἰ γὰρ ἑτέρα αὐτοῦ ἐπίνοιά ἐστιν καθ’ ὅ ἐστιν πατήρ, καὶ ἑτέρα καθ’ ὅ ἐστιν ὁ θεός, τάχα ἔστιν τινὰ γινώσκειν μὲν τὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα παρὰ τὸ εἰδέναι αὐτὸν θεόν, μὴ γινώσκειν δὲ τὸν πατέρα.
φησὶν οὖν ὁ σωτὴρ μετὰ τὴν ἀνάστασιν τῇ Μαρίᾳ· » Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ »εἰπὲ αὐτοῖς· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ »θεόν μου καὶ θεὸν ὑμῶν«. καὶ ἔστιν γε τοῖς ἑτεροδόξοις λέγειν χαριξόμενον αὐτοῖς ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα Μωϋσῆς καὶ οἱ προφῆται· ὅπερ τάχα οὐκ ἔστιν | ἀληθές· ὅτι πάντως ὁ μὴ ἐγνωκὼς τὸν πατέρα οὐκ ἔγνω τὸν υἱόν· ὁ μὲν γὰρ υἱὸς ἔγνω τὸν πατέρα, ὁ δὲ θεράπων τὸν κύριον· καὶ ὥσπερ οὐκ ἂν ἀσεβήσαιμεν λέγοντες ὅτι ὁ υἱὸς οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξόμεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ ἔπρεπεν γινώσκειν τὸν πατέρα, τῷ δὲ θεράποντι τὸν κύριον, καὶ οὔτε ὁ θεράπων ἔγνω τὸν πατέρα οὔτε ὁ υἱὸς τὸν κύριον.
μυρίων γοῦν οὐσῶν εὐχῶν ἀναγεγραμμένων ἐν τοῖς ψαλμοῖς καὶ τοῖς προφήταις, ἀλλὰ καὶ τῷ νόμῳ, οὐ πάνυ τι εὕρομεν εὐξάμενόν τινα καὶ λέγοντα τῷ θεῷ· »Πάτερ«, τάχα ἐπεὶ οὐκ ἔγνωσαν τὸν πατέρα· εὔχονται δὲ αὐτῷ ὡς θεῷ καὶ κυρίῳ, περιμένοντες τὸν τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκχέοντα.οὐκ ἔλαττον ἐπ’ ἐκείνους ἢ ἐπὶ τοὺς μετὰ τὴν παρουσίαν εἰς θεὸν δι’ αὐτοῦ πιστεύον
τας· εἰ μὴ ἄρα ἡ νοητὴ αὐτοῖς γεγένηται ἐπιδημία Χριστοῦ καὶ ἔσχον ποτὲ τελειωθέντες τὸ τῆς υἱοθεσίας πνεῦμα· ἐν ἀπορρήτῳ δὲ καὶ οὐ γνωστῶς πᾶσιν ἔλεγον ἢ ἔγραφον τὸν θεὸν πατέρα, ἵνα μὴ προκαταλάβωσιν τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενουμένην παντὶ τῷ κόσμῳ χάριν, πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν, ἵνα διηγήσηται τὸ ὄνομα τοῦ θεοῦ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ὑμνήσῃ τὸν πατέρα κατὰ τὸ γεγραμμένον· » Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε«.ὅτι μέντοι γε ὁ αὐτός ἐστιν θεὸς τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν θεωρῆσαι· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήν τε Στεφάνου ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος· »Ἄνδρες »ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.