Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οὐ μάχεται οὖν τὸ »Οὐδεὶς ἔγνω »τὸν πατέρα εἰ μὴ ὁ υἱός« τῷ »Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ’ αὐτοῦ, τοῦ Ἰησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·
»Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ »ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.παρατήρει γὰρ ὅτι πρὸ τοῦ »Ἐὰν »μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγραπται· »Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ Ἰουδαίους«, καὶ ἃ ἔλεγεν ἦν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«.
πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· »Ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος »σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«.
Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἕτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀκριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὓς φησιν· »Οὔτε »ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου« | Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ’ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν.
ὅρα δὲ εἰ μὴ καὶ ἄλλως ἡ γραφὴ τοὺς ἀνακεκραμένους τινὶ καὶ ἑνωθέντας γινώσκειν ἐκεῖνό φησιν, ᾧ ἀνεκράθησαν καὶ κεκοινωνήκασιν· πρὸ δὲ τῆς τοιαύτης ἑνώσεως καὶ κοινωνίας κἂν τοὺς λόγους καταλαμβάνωσιν περί τινος, οὐ γινώσκουσιν ἐκεῖνο.
ὁ γοῦν Ἀδὰμ περὶ τῆς Εὔας λέγων· » Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς »σαρκός μου« οὐκ ᾔδει τὴν γυναῖκα· ὅτε γὰρ αὐτῇ ἐκολλήθη, τότε εἴρηται· »Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοὺ«. καὶ εἴ τίς γε προσκόπτοι διὰ τὸ παρειληφέναι ἡμᾶς εἰς τὴν περὶ θεοῦ γνῶσιν παράδειγμα τὸ »Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοὺ«· πρῶτον μὲν τῷ »Τὸ μυστήριον τοῦτο μέγα ἐστίν« ἐπιστησάτω· δεύτερον δὲ ἀντιπαραθέτω τὸ περὶ ἄρρενος καὶ θηλείας λεγόμενον παρὰ τῷ ἀποστόλῳ· τῇ αὐτῇ λέξει χρῆται περὶ ἀνθρώπου καὶ κυρίου· »Ὁ κολλώμενος »τῇ πόρνῃ ἓν σῶμά ἐστιν καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά »ἐστιν«.