Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οἷον ὁ πιστεύων τί ἐστιν ἡ δικαιοσύνη οὐκ ἂν ἀδικήσαι, καὶ 〈ὁ〉 διὰ τὸ τεθεωρηκέναι ἥτις ἐστὶν ἡ σοφία, πεπιστευκὼς εἰς τὴν σοφίαν οὐκ ἄν τι μωρὸν λέγοι ἢ πράττοι, ἐπεὶ ὁ πιστεύσας τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ ἐν τῷ κατανενοηκέναι αὐτὸν οὐδὲν 〈ἂν〉 ἀλόγως ποιήσαι.
πρὸς τούτοις ὁ πιστεύων ὅτι »Αὐτός ἐστιν ἡ εἰρήνη »ἡμῶν«, οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστός ἐστιν οὐ μόνον »θεοῦ σοφία«, ἀλλὰ καὶ »θεοῦ δύναμις«, ὁ πιστεύων αὐτῷ καθ’ ὃ δύναμίς ἐστιν οὐκ ἂν εἴη περὶ τὰ καλὰ ἀδύνατος.
ἀναγκαίως δὲ ὑπονοοῦντες αὐτὸν ὑπομονὴν καὶ ἰσχὺν διὰ τὸ »Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος;« καὶ τὸ »Ἰσχύς »μου«, καὶ τὸ »Ὑπόστασίς μου ὁ κύριος« φήσομεν ὅτι εἰ ἐνδίδομεν πρὸς πόνους, οὐ πιστεύομεν αὐτῷ [καὶ] καθ’ ὅ ἐστιν ὑπομονή, καὶ εἰ ἀσθενοῦμεν, οὐ πεπιστεύκαμεν αὐτῷ καθ’ ὅ ἐστιν ἰσχύς.
ἐὰν δὲ ἀναλεγώμεθα 〈οὕτως〉 τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον ὁ μὴ πιστεύων τῷ χριστῷ ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ· γινόμενος γὰρ ἐν τοῖς ἐναντίοις τῇ ἐπινοίᾳ, ὧν ἐστιν ὁ χριστός, ἐν αὐταῖς ἀποθνήσκει ταῖς ἁμαρτίαις.
(7) Ἀκόλουθον ἦν τοὺς ἀκροωμένους μετὰ πολλῆς ἐξουσίας ἀπαγγελλομένων ὑπὸ τοῦ κυρίου πυνθάνεσθαι, τίς εἴη ὁ ταῦτα λέγων· ἐνέφαινεν γὰρ τὸ εἶναι ἀνθρώπου μεῖζον καὶ θειοτέρα τις φύσις τυγχάνειν ὁ σωτὴρ φάσκων ὅτι »Ἐὰν μὴ πιστεύητε ὅτι ἐγώ »εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«.
τὸ οὖν »Σὺ τίς εἶ;« οἱονεὶ αἰτούντων ἦν ἀπόκρισιν, ὅτι »Ἐγώ εἰμι ὁ χριστός« ἢ »Ἐγώ »εἰμι ὁ προφήτης« ἢ »Ἐγώ εἰμι Ἡλίας« ἢ τάχα »Ἐγώ εἰμι ἄγγελος »θεοὺ«. οὐκ ἂν γὰρ μὴ ἕν τι τούτων ἢ καὶ παραπλήσιον αὐτοῖς τυγχάνων προεφέρετο γνησίους λόγους τηλικούτους. * * * * * *
Εἰκοστὸν ὑπαγορεύοντες εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον τόμον, φιλοθεώτατε καὶ φιλομαθέστατε ἐν κυρίῳ Ἀμβρόσιε, εὐχόμεθα ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ὃν εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, λαβεῖν νοήματα πλήρη καί, ἵν’ οὕτως εἴπω, ναστὰ καὶ μηδὲν ἔχοντα διάκενον, ⟨ἵνα⟩ τὸ εὐαγγέλιον κατὰ ⟨τὰ⟩ ἐξεταζόμενα ἡμῖν ἀποκαλυφθῇ, [καὶ] μήτε παραλειπόντων τι ἡμῶν τῶν δεόντων ἐξετάζεσθαι καὶ ὑπομνηματικοῖς | γράμμασιν πιστεύεσθαι, μήτε ὡς οὐ χρὴ πλεοναζόντων, μήτε παρεκδεχομένων τὸν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ νοῦν. θεὸς οὖν ἡμῖν πέμψαι αὐτὸν τὸν λόγον, ἑαυτὸν ἐμφανίζοντα, ἵνα τοῦ βάθους αὐτοῦ, δωρουμένου τοῦ πατρός, θεαταὶ γενώμεθα.