Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὅτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ »Προπεσοῦνται«· ὑποπιπτόντων γὰρ τῷ χριστῷ ⟨πάντων καὶ⟩ γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ.

καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἑτέρων ὑποτάσσονται· χειρόνων γὰρ τὸ ὕστερον ὑποτάσσεσθαι, διὸ καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.

Μετὰ ταῦτα ζητήσεις εἰ ὥσπερ ἐστὶν τῶν κάτω διαφορὰ διὰ τὸ λέγεσθαί τι κατωτάτω, οὕτως καὶ τῶν ἄνω διαφορά, μάλιστα ἐπεὶ κληρονομία ἐστὶν βασιλείας οὐρανῶν, πάντων ⟨τῶν⟩ κληρονομουμένων οὐρανῶν ὄντων ἄνω, ἀλλ’ οὐχ ὁμοίως ἐχόντων τὸ εἶναι ἄνω.

ἀλλὰ καὶ ἐπὶ τῆς νοητῆς καταβάσεως τῆς ψυχῆς διὰ τὴν κα κίαν καὶ τὰ μοχθηρὰ δόγματα καὶ νοητῆς ἀναβάσεως αὐτῆς ἐπιστήσας οὐχ ἁπλῶς εὑρήσεις διαφοράν· ἐπιπλεῖον ⟨οὖν⟩ νοητῶς † καταβαινουσῶν νοήσεις.

ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· »Ἀναβὰς ὑπεράνω πάντων τῶν »οὐρανῶν«· ἡ γὰρ νοητὴ ἀνάβασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς αὐτὸν τὸν θεόν.

πλήν ἐστίν τις καὶ ἕτερος παρὰ τὸν δεικνύμενον καὶ αἰσθητὸν κόσμον τὸν συνεστῶτα ἐξ οὐρανοῦ καὶ γῆς ἢ οὐρανῶν καὶ γῆς κόσμος, ἐν ᾧ ἐστιν τὰ μὴ βλεπόμενα· καὶ ὅλον τοῦτο κόσμος ἀόρατος, κόσμος οὐ βλεπόμενος, καὶ νοητὸς κόσμος, οὗ τῇ θέᾳ

καὶ τῷ κάλλει ἐνόψονται οἱ καθαροὶ τῇ καρδίᾳ, προευτρεπιζόμενοι διὰ τοῦ ἐνορᾶν αὐτῷ ἐπὶ τὸ μετελθεῖν, ὥστ’ ἂν καὶ αὐτὸν ὁρᾶν, ὡς ὁρᾶσθαι πέφυκεν ὁ θεός, τὸν θεόν. |

Ζητήσεις δὲ εἰ κατά τι τῶν σημαινομένων δύναται ὁ πρωτός τόκος πάσης κτίσεως εἶναι κόσμος, καὶ μάλιστα καθ’ ὃ »σοφία« ἐστὶν ἡ πολυποίκιλος· τῷ γὰρ εἶναι παντὸς οὑτινοσοῦν τοὺς λόγους, καθ’ οὓς γεγένηται πάντα τὰ ὑπὸ τοῦ θεοῦ ἐν σοφίᾳ πεποιημένα (ὥς φησιν ὁ προφήτης· »Πάντα ἐν σοφίᾳ ἐποίησας«), ἐν αὐτῷ, εἴη ἂν καὶ αὐτὸς »κόσμος«, τοσούτῳ ποικιλώτερος τοῦ αἰσθητοῦ κόσμου καὶ διαφέρων, ὅσῳ διαφέρει γυμνὸς πάσης ὕλης τοῦ ὅλου κόσμου λόγος τοῦ ἐνύλου κόσμου, οὐκ ἀπὸ τῆς ὕλης ἀλλὰ ἀπὸ τῆς μετοχῆς τοῦ λόγου καὶ τῆς σοφίας τῶν κοσμούντων τὴν ὕλην κεκοσμημένων.