Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ γὰρ εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὁ καταβὰς αὐτός ἐστιν διὰ τοὺς ἐν τοῖς κατωτάτω τῆς γῆς· ἀλλὰ καὶ ἀνέβη ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁδοποιῶν τοῖς βουλομένοις καὶ γνησίως αὐτῷ μαθητευομένοις τὴν φέρουσαν ὁδὸν ἐπὶ τὰ ὑπεράνω πάντων τῶν οὐρανῶν, τοῦτ’ ἔστιν ἐπὶ τὰ ἔξω σωμάτων.
Εἰ δὲ καὶ ποθεῖς μαθεῖν ἀπὸ τῆς γαρφῆς τίς ἐστιν ὁ ἐκ τῶν κάτω καὶ τίς ἐστιν ὁ ἐκ τῶν ἄνω, ἄκουε· ἐπεὶ ὅπου ὁ θησαυρὸς ἑκάστου ἐκεῖ καὶ ἡ καρδία ἐστίν, ἐάν τις θησαυρίζῃ ἐπὶ τῆς γῆς, ἐξ αὐτοῦ τοῦ θησαυρίζειν ἐπὶ τῆς γῆς ἐκ τῶν κάτω γίνεται, ἐὰν δέ τις θησαυρίζῃ ἐν τοῖς οὐρανοῖς, γεννᾶται ἄνωθεν καὶ ἀναλαμβάνει »τὴν »εἰκόνα τοῦ ἐπουρανίου·« ἀλλὰ καὶ ἄλλως διελθὼν πάντας τοὺς οὐρανοὺς ἐν τέλει εὑρίσκεται μακαριωτάτῳ.
εἴη δ’ ἂν καὶ τὰ ἑκάστου ἔργα † οἷον εἶπα, ὥστε εἰπεῖν ἂν τὰ ἔργα τῆς σαρκὸς ποιεῖν τὸν ἐκ ⟨τῶν⟩ κάτω, τὸν δὲ καρπὸν τοῦ πνεύματος τὸν ἐκ τῶν ἄνω, καὶ πάλιν τὴν πρὸς τὸν κόσμον | τοῦτον ἀγάπην τὸν ἐκ τοῦ κόσμου τούτου· ἐπεί, κατὰ τὸν Ιωάννην, ὁ ἔχων τὴν ἀγάπην τοῦ θεοῦ, * * ἐκεῖνος δὲ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὃς οὐκ ἀγαπᾷ τὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ λέγων »Ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, »εῖ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ »κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ«, καὶ χωρῶν τὸ ἀγαπᾶν κύριον τὸν θεὸν αὐτοῦ ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ
καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, τῷ μὴ θλίβεσθαι τὴν τοιαύτην ἀγάπην ὑπὸ τῆς πρὸς τὸν κόσμον ἀγάπης καὶ τὰ ἐν τῷ κόσμῳ· ἀμήχανον γὰρ συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος, ἢ Χριστὸν καὶ τὸν Βελίαρ, ἢ τὸ ναὸν εἶναι τοῦ θεοῦ μετὰ τοῦ ναὸν τυγχάνειν εἰδώλων.ὡς διαφορᾶς μέντοι γε οὔσης τῶν κάτω πρὸς ἄλληλα, λέγεται ὑπερθετικῶς τὸ »Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ« καὶ τὸ »Εἰς τὰ κατώτατα τῆς γῆς ὁ καταβάς, οὗτός ἐστι καὶ ὁ »ἀναβάς«. διόπερ ἐνώπιον τοῦ χριστοῦ προπεσοῦνται μὲν πάντες οἱ καταβαίνοντες εἰς τὰ κατώτερα μέρη τῆς γῆς, εἰς ᾃδου, ἐπεὶ ἀληθὲς τὸ »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ »ᾃδῃ τίς ἐξομολογήσεταί σοι;«
ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὅτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ »Προπεσοῦνται«· ὑποπιπτόντων γὰρ τῷ χριστῷ ⟨πάντων καὶ⟩ γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ.
καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἑτέρων ὑποτάσσονται· χειρόνων γὰρ τὸ ὕστερον ὑποτάσσεσθαι, διὸ καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.
Μετὰ ταῦτα ζητήσεις εἰ ὥσπερ ἐστὶν τῶν κάτω διαφορὰ διὰ τὸ λέγεσθαί τι κατωτάτω, οὕτως καὶ τῶν ἄνω διαφορά, μάλιστα ἐπεὶ κληρονομία ἐστὶν βασιλείας οὐρανῶν, πάντων ⟨τῶν⟩ κληρονομουμένων οὐρανῶν ὄντων ἄνω, ἀλλ’ οὐχ ὁμοίως ἐχόντων τὸ εἶναι ἄνω.
ἀλλὰ καὶ ἐπὶ τῆς νοητῆς καταβάσεως τῆς ψυχῆς διὰ τὴν κα κίαν καὶ τὰ μοχθηρὰ δόγματα καὶ νοητῆς ἀναβάσεως αὐτῆς ἐπιστήσας οὐχ ἁπλῶς εὑρήσεις διαφοράν· ἐπιπλεῖον ⟨οὖν⟩ νοητῶς † καταβαινουσῶν νοήσεις.
ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· »Ἀναβὰς ὑπεράνω πάντων τῶν »οὐρανῶν«· ἡ γὰρ νοητὴ ἀνάβασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς αὐτὸν τὸν θεόν.
πλήν ἐστίν τις καὶ ἕτερος παρὰ τὸν δεικνύμενον καὶ αἰσθητὸν κόσμον τὸν συνεστῶτα ἐξ οὐρανοῦ καὶ γῆς ἢ οὐρανῶν καὶ γῆς κόσμος, ἐν ᾧ ἐστιν τὰ μὴ βλεπόμενα· καὶ ὅλον τοῦτο κόσμος ἀόρατος, κόσμος οὐ βλεπόμενος, καὶ νοητὸς κόσμος, οὗ τῇ θέᾳ
καὶ τῷ κάλλει ἐνόψονται οἱ καθαροὶ τῇ καρδίᾳ, προευτρεπιζόμενοι διὰ τοῦ ἐνορᾶν αὐτῷ ἐπὶ τὸ μετελθεῖν, ὥστ’ ἂν καὶ αὐτὸν ὁρᾶν, ὡς ὁρᾶσθαι πέφυκεν ὁ θεός, τὸν θεόν. |