Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
* * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, »ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ »ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ«.
δῆλον οὖν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν Ἱεροσολυμιτῶν ἐλέγετο· »Τοῦτον οἴδαμεν πόθεν ἐστίν«, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων 〈καὶ〉 Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· » Οἴδαμεν πόθεν ἐστίν« διὰ τοῦ » Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«. τοῖς δὲ Φαρισαίοις τὸ »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, »ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω«· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν.