Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τάχα δὲ καὶ ὁ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν· »Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο«· ὁ δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν· »Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ »τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«.

ἀλλὰ καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον »Ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν τῷ θεῷ« ὅρα εἰ μὴ τοιοῦτόν ἐστιν.

οὕτως γοῦν μόνως δυνήσει σῶσαι τὸν εἰς τὸν αἰῶνα ἀρχιερέα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, προσφερόμενον θυσίαν τῷ θεῷ οὐχ ὑπὸ ἀσεβῶν ἀλλ’ ὑπὸ ἀρχιερέως εὐσεβοῦς.

ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν;« μετὰ τὸ ἀκηκοέναι τηλικούτων τῶν προειρημένων ὑπὸ τοῦ Ἰησοῦ λόγων ἐκδεδώκαμεν.

Εἰκὸς δέ τινας προσκόπτοντας ὡς βεβιασμένῃ τῇ ἑρμηνείᾳ οἴεσθαι ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν;« ὡς τοῦ μὲν Ἰησοῦ ἀποκτενοῦντος ἑαυτὸν καὶ ἐσομένου ἐν χώρᾳ τῶν ἑαυτοὺς διαχειρισαμένων καὶ κολασθησομένων | ἐπὶ τούτῳ, τῶν δὲ Ἰουδαίων παρὰ τοῦτο οὐ δυναμένων ἐκεῖ γενέσθαι, παρὰ τὸ μὴ τῷ αὐτῷ ἐνόχους αὐτοὺς γίνεσθαι περὶ ἑαυτῶν ἁμαρτήματι.