Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ »Ἀπὸ τότε ἤρξατο »δεικνύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾ Ιεροσόλυμα ἀνελθεῖν »καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ »γραμματέων καὶ ἀποκτανθῆναι« καὶ τὸ »Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου »παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται«, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες· »Σταύρου, σταύρου αὐτόν«· καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ 〈τὸ〉 πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.
Παραθήσεις δὲ εἰς τοῦτο τὸ »Πᾶς ὁ εὑρίσκων με »ἀποκτενεῖ με« καὶ τὸ »Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα »παραλύσει«. πῶς γὰρ »πᾶς ὁ εὑρίσκων τὸν Κάϊν ἀποκτενεῖ αὐτόν«, ἑνὸς ἀποκτείναντος ἂν αὐτὸν τοῦ προειληφότος; ἢ πῶς »πᾶς ὁ »ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει« οὐκ ἂν πολλῶν ἀποκτεινάντων αὐτόν; ὡς γὰρ περὶ πλήθους εἴρηται τὸ ›Πᾶς‹.
τάχα δὲ καὶ ὁ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν· »Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο«· ὁ δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν· »Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ »τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«.
ἀλλὰ καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον »Ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν τῷ θεῷ« ὅρα εἰ μὴ τοιοῦτόν ἐστιν.
οὕτως γοῦν μόνως δυνήσει σῶσαι τὸν εἰς τὸν αἰῶνα ἀρχιερέα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, προσφερόμενον θυσίαν τῷ θεῷ οὐχ ὑπὸ ἀσεβῶν ἀλλ’ ὑπὸ ἀρχιερέως εὐσεβοῦς.
ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν;« μετὰ τὸ ἀκηκοέναι τηλικούτων τῶν προειρημένων ὑπὸ τοῦ Ἰησοῦ λόγων ἐκδεδώκαμεν.