Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐνῆν γὰρ διστακ|τικῶς μὲν εἰπεῖν, μετ’ ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν· μήτι ἡ ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν«.
ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ »Καὶ ἀναβαίνων εἰς »Ἱεροσόλυμα ὁ Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ’ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ
»εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ »ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ »κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδοθήσεται τοῖς ἔθνεσιν εἰς »τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ »έγερθήσεται«.ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ »Ἀπὸ τότε ἤρξατο »δεικνύειν τοῖς μαθηταῖς ἑαυτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾ Ιεροσόλυμα ἀνελθεῖν »καὶ πολλὰ παθεῖν ἀπὸ τῶν ἀρχιερέων καὶ Φαρισαίων καὶ »γραμματέων καὶ ἀποκτανθῆναι« καὶ τὸ »Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου »παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται«, ἐρεῖς ὅτι ἀπέκτειναν αὐτὸν οἱ λέγοντες πάντες· »Σταύρου, σταύρου αὐτόν«· καὶ οἱ γενόμενοι ἔνοχοι τοῦ θανάτου αὐτοῦ, εἰ καὶ προλαβὼν τοὺς στρατιώτας ἐρχομένους ἐπὶ 〈τὸ〉 πλῆξαι τὰ σκέλη, κράξας φωνῇ μεγάλῃ ἐξέπνευσεν.
Παραθήσεις δὲ εἰς τοῦτο τὸ »Πᾶς ὁ εὑρίσκων με »ἀποκτενεῖ με« καὶ τὸ »Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα »παραλύσει«. πῶς γὰρ »πᾶς ὁ εὑρίσκων τὸν Κάϊν ἀποκτενεῖ αὐτόν«, ἑνὸς ἀποκτείναντος ἂν αὐτὸν τοῦ προειληφότος; ἢ πῶς »πᾶς ὁ »ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει« οὐκ ἂν πολλῶν ἀποκτεινάντων αὐτόν; ὡς γὰρ περὶ πλήθους εἴρηται τὸ ›Πᾶς‹.
τάχα δὲ καὶ ὁ μὲν Πέτρος ἀνθρωπικώτερον ἐκλαβὼν τὰ εἰρημένα ὑπὸ τοῦ σωτῆρος φησίν· »Ἵλεώς σοι κύριε· οὐ μὴ ἔσται σοι τοῦτο«· ὁ δὲ σωτὴρ ἐπιτιμῶν αὐτῷ ὡς μὴ καλῶς ἐξειληφότι τὸ εἰρημένον φησίν· »Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ »τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«.