Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐσφάλησαν μὲν οὖν λέγοντες ἐν Βεελζεβοὺλ ὑπὸ τοῦ σωτῆρος ἐκβάλλεσθαι τὰ δαιμόνια, κατειλήφεισαν δὲ ὅτι εἴη τις Βεελξεβοὺλ ἄρχων δαιμονίων.
ἀλλὰ καὶ ἐὰν λέγωσιν περὶ τοῦ Ἰησοῦ ὅτι αὐτὸς Ἰωάννης ἐστὶν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, ἢ εἷς τις τῶν προφητῶν, πάντως δόγμα ἔχοντες περὶ ψυχῆς, ὡς ἐξητάσαμεν ἐν τοῖς περὶ Ἰωάννου, τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοοῦσιν. εἰκὸς δὲ καὶ ἄλλα μυρία ἢ ἐκ παραδόσεως ἢ ἐξ ἀποκρύφων αὐτοὺς εἰδέναι παρὰ τοὺς πολλούς.
ἴδωμεν οὖν καὶ εἰς τὸ » Μήτι ἀποκτενεῖ ἑαυτόν;« εἰ δύνανται μὴ κοινότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ἢ ξἴφει ἢ ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν ⟨ἑαυτὸν⟩ ἀποκτείνοντα ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι· καὶ εἰ μὴ δεισιδαιμονοῦντές γε περὶ τὰ ὀνόματα, ἀλλὰ βλέποντες τὰ πράγματα † μὴ εὑρισκόμενα ἄλλοις ὀνόμασιν χρῆσθαι κατὰ τῶν πραγμάτων, τάχα, ἵν’ οὕτως εἴπω, θειότερον Ἰησοῦς αὑτὸν ἀπέκτεινεν, ὅπερ οὕτως παρίσταμεν· πάντων μὲν αἱ ψυχαὶ τῶν ἀπαλλαττομένων τοῦ σώματος, ἀπαιτούντων τινῶν αὐτὰς τῶν ἐπὶ τοῦτο τεταγμένων, παραλαμβάνονται· εἰκὸς ⟨δὲ⟩ ὅτι κρείττους εἰσὶν τῶν ψυχῶν ἐπὶ ταύ
της τῆς διακονίας τεταγμένοι· τὸ γὰρ »† Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν »ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ« τοιοῦτόν τι δηλοῖ.Ἐὰν δέ τις φάσκῃ τοῦτο μὲν δύνασθαι ἐπὶ τῶν χειρόνων λέγεσθαι, οὐ μὴν καὶ ἐπὶ τῶν κρειττόνων καὶ καλῶς βεβιωκότων, ἐπιστησάτω εἰ μὴ ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἐν σώματι γενομένους περὶ ἑαυτοῦ ἀπαγγέλλων ὁ κύριός φησιν· »Οὐδεὶς αἴρει τὴν »ψυχήν μου ἀπ ἐ|μοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ· ἐξουσίαν »ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν«.
νοήσωμεν γάρ τινα ὅτε βούλεται καταλιπόντα τὸ σῶμα καὶ ἐξιόντα χωρὶς ὀδοῦ τῆς φερούσης ἐπὶ τὸν θάνατον, ἤτοι διὰ βιαίων ὁδῶν ἢ διὰ νόσων, καὶ πάλιν ἐπὰν θέλῃ ἐπανιόντα, καὶ χρώμενον ὀργάνῳ τῷ σώματι, ὃ καταλέλοιπεν· τὸν γὰρ τοιοῦτον ἐροῦμεν μὴ ἀπαιτεῖσθαι τὴν ψυχήν.
καὶ πρέπον γε ἐπὶ τῆς Ἰησοῦ ψυχῆς οὕτω λέγειν τὸν θάνατον γεγονέναι, καὶ αὐτὸν παραστῆσαι βουλόμενον τοῖς μαθηταῖς τὸ ἐξαίρετον τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εἰρηκέναι τὸ »Οὐδεὶς »αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ«· τοῦτο γὰρ οὔτ’ ἂν Μωϋσῆς, οὔτε τῶν Πατριαρχῶν τις ἢ προφητῶν, οὔτ’ ἂν τῶν ἀποστόλων τις εἶπεν 〈πλὴν〉 τοῦ Ἰησοῦ, ἐπεὶ πάντων αἱ ψυχαὶ ἀνθρώπων αἴρονται ἀπ’ αὐτῶν.
τούτου δὲ νοηθέντος δύναται σαφὲς εἶναι τὸ ἐν πζ’ ψαλμῷ τοῦτον εἰρημένον τὸν τρόπον ἐκ προσώπου τοῦ σωτῆρος· »Ἐν νεκροῖς ἐλεύθερος«. ἐπιστήσας ἐκ τῶν εὐαγγελίων τοῖς γεγραμμένοις περὶ τῆς ἐντεῦθεν αὐτοῦ ἀπαλλαγῆς εὑρήσεις μὴ ἀπάδουσαν τὴν περὶ τῆς ἐξόδου αὐτοῦ ἐκδοχὴν τῶν ἀναγεγραμμένων· εἰ μὲν γὰρ ὡς οἱ συσταυρωθέντες αὐτῷ λῃσταί, τῶν στρατιωτῶν κατεαξάντων τὰ σκέλη τῶν πεπονθότων, ἐτεθνήκει, οὐκ ἂν ἐλέγομεν ὅτι ἔθηκεν τὴν ψυχὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ, ἀλλά τινι ὁδῷ τῶν ἀποθνησκόντων.