Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ὁ μέντοι γε Ἡρακλέων ἐκθέμενος τὴν περὶ τοῦ γαζοφυλακίου λέξιν οὐδὲν εἶπεν εἰς αὐτήν. εἰς δὲ τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς »οὐ δύνασθε ἐλθεῖν« φησί· πῶς ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ δύνανται γενέσθαι; μηδὲ ἐν τούτῳ κατακούων ἑαυτοῦ·
εἰ γὰρ οἱ ἐν ἀγνοίᾳ καὶ ἀπιστίᾳ καὶ ἁμαρτήμασιν ὄντες ἐν ἀφθαρσίᾳ οὐ δύνανται γενέσθαι, πῶς οἱ ἀπόστολοι ἐν ἀγνοίᾳ ποτὲ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι ἐν ἀφθαρσίᾳ γεγόνασιν; δύνανται οὖν οἱ ἐν ἀγνοίᾳ καὶ ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτήμασιν γενόμενοι γενέσθαι ἐν ἀφθαρσίᾳ εἰ μεταβάλλοιεν, δυνατὸν αὐτοὺς μεταβαλεῖν.
(4) Ἄξιον ζητῆσαι πόθεν κινηθέντες οἱ Ἰουδαῖοι πρὸς τὸ »Ὅπου »ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« φασὶ τὸ »Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« ἵνα δὲ καὶ δοθῇ ἁπλούστερον αὐτοὺς εἰρηκέναι τὸ »Μήτι ἀποκτενεῖ »ἑαυτόν;«
πῶς οἱ δυνάμενοι ἀποκτεῖναι ἑαυτούς, κἂν μὴ ἀναιρῶσιν ἑαυτοὺς μηδὲ γίνωνται ὅπου ὁ ἀναιρῶν ἑαυτὸν γίνεται, οὐ δύνανται |
ἀπιέναι ὅπου ὁ ἀναιρῶν ἑαυτὸν ἀπέρχεται; λεκτέον οὖν πρὸς τὰ ζητούμενα ταῦτα τοῖς ἐπιμελέστερον καὶ βαθύτερον ἀκούουσιν τῶν λεγομένων ὑπὸ Ἰουδαίων ἐν τοῖς εὐαγγελίοις σαφές ἐστιν ὅτι πολλὰ κατά τινας παραδόσεις ἀπορρήτους καὶ ἀνακεχωρηκυίας ἔλεγον, ὡς ἐγνωκότες ἕτερα παρὰ ⟨τὰ〉 κοινὰ καὶ κατημαξευμένα.ἐπὰν δὲ ἴδωμεν ἐκ τῆς παραθέσεως τῶν ῥητῶν ἐκεῖνα, τότε ζητήσομεν εἰ καὶ τοῦτο ὑπ’ αὐτῶν περὶ τοῦ σωτῆρος λέγεται βαθύτερόν τι βλεπόντων. ὅτι δὲ κατὰ ἀνακεχωρηκότας λόγους καὶ μὴ κατημαξευμένους ἔφασκον, † τὸν ἄδηλον ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια.