Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Οὐ χρὴ δὲ παρελθεῖν ἀνεξέταστον οὐδὲ καὶ τὸ »Ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. εἰ μὲν ⟨οὖν⟩ κοινότερον λαμβάνεται, δῆλον ὅτι οἱ μὲν ἁμαρτωλοὶ ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανοῦνται, οἱ δὲ δίκαιοι ἐν τῇ δικαισούνῃ· εἰ δὲ τὸ »Ἀποθανεῖσθε« κατὰ τὸν ἐχθρὸν τοῦ χριστοῦ θάνατον λαμβάνεται, ὡς τοῦ πρὸς θάνατον ἡμαρτηκότος ἀποθνήσκοντος, δῆλον ὅτι οἷς ταῦτα ἐλέγετο οὐδέπω ἀποτεθνήκεισαν.

καὶ ζητήσεις πῶς οἱ μὴ πιστεύσαντες, ὅτε ἔζων, μέλλουσίν ποτε ἀποθανεῖσθαι. ἀπαντήσεται δέ τις καὶ πρὸς τοῦτο λέγων ὅτι κατ’ ἐκεῖνο καιροῦ τὸ μηδέπω πιστεύειν οὐδέπω πρὸς θάνατον ἁμάρτημα ἦν, καὶ πρὸς οὓς ὁ λόγος οὐδέπω τὰ πρὸς θάνατον ἡμαρτήκεισαν. ἀλλ’ ἔζων μὲν ἐν ἀσθενείᾳ τῆς ψυχῆς αὐτῶν, ἡ δὲ ἀσθένεια ἐκείνη πρὸς θάνατον ἦν.

διὰ τοῦτο καὶ ὁ ἰατρὸς

βλέπων ὀλεθρίως αὐτοὺς ἀσθενοῦντας, ἔλεγεν ἀπογνοὺς αὐτῶν τὴν θεραπείαν· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε«. εἴπομεν δὴ τὸ »ἐπεὶ ἡ ἀσθένεια ἐκείνη ἦν αὐτοῖς »πρὸς θάνατον«, ἅτε μαθόντες ἀπὸ τοῦ Ἰησοῦ διαφορὰν ἀσθενειῶν.

ἠσθένει δὲ καὶ ὁ Λάζαρος, ἀλλ’ ᾔδει ὁ ἰατρὸς ὅτι ἡ ἀσθένεια αὐτοῦ οὐ πρὸς θάνατον ἦν· διόπερ φησίν· »Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν »πρὸς θάνατον«. διὰ τοῦτο κἂν ἀντιλαμβανώμεθα τῶν ἀσθενειῶν ἑαυτῶν ἀσθενούντων, προσέχωμεν μήποτε πρὸς θάνατον ἀσθενήσωμεν, μεταβαλλούσης τῆς νόσου ἀπὸ τοῦ ἔτι ἰατὴν εἶναι δύνασθαι ἐπὶ τὸ ἀνίατον.

ἅμα δὲ σαφέστερόν πως ἔσται καὶ τὸ »Ὅπου ἐγὼ »ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« ἐπιφερόμενον τῷ »Καὶ ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. ὅταν γὰρ ἀποθάνῃ τις ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ, ὅπου ὑπάγει ὁ Ἰησοῦς οὐ δύναται ἀπελθεῖν· οὐδεὶς γὰρ νεκρὸς ἀκολουθεῖν δύναται τῷ Ἰησοῦ· »Οὐδὲ γὰρ οἱ νεκροὶ αἰνέσουσίν »σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. ἀλλ’ ἡμεῖς οἱ »ζῶντες εὐλογήσομεν τὸν κύριον«.

Ἔτι πρὸς τὸ »Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε« παραθήσεις τὸ | ἐκ τοῦ Ἰεξεκιὴλ οὕτως ἔχον· » Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη »ἀποθανεῖται«· θάνατος γὰρ ψυχῆς ἁμαρτία, οἶμαι δὲ ὅτι οὐ πᾶσα, ἀλλ’ ἥν φησιν Ἰωάννης πρὸς θάνατον.

ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ » Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ »τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ἢ ζημιωθῇ;« καὶ ἐκ τοῦ »Εἴ τινος τὸ »ἔργον κατακαήσεται, ζημιωθήσεται«.

τοῖς μὲν οὖν ἐν τῇ ἁμαρτίᾳ ἀποθανουμένοις φησίν· »Ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ »ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· τῷ δὲ Πέτρῳ· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, »ἀκολουθήσεις δὲ ὕστερον«· ἔξεστιν γὰρ μαθητευόμενον τῷ Ἰησοῦ νῦν μὲν μὴ παρεσκευάσθαι πρὸς τὸ ἀκολουθεῖν αὐτῷ ἀπιόντι πρὸς τὸν πατέρα, ὕστερον δὲ ἐξ ἐπιμελείας κατ’ ἴχνη βαίνοντα ἀκολουθεῖν τῷ διδασκάλῳ καὶ ἕπεσθαι τῷ λόγῳ τοῦ θεοῦ.