Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἦν ὁ λέγων· » Κἀμὲ οἴδατε »πόθεν εἰμί« καὶ ὁ φάσκων· » Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν »Κἀμὲ οἴδατε« πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκότας· » Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι»στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«· τὸ δὲ ὅτι »Οὔτε ἐμὲ οἴδατε« καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· »Σὺ μαρτυρεῖς περὶ »σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«.
πλὴν καὶ τοῖς Ἱεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζομένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε· τοῖς μὲν Ἱεροσολυμίταις διὰ τούτων »Ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας »με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμὶ »κἀκεῖνός με ἀπέστειλεν«· τοῖς δὲ Φαρισαίοις διὰ τοῦ » Οὔτε ἐμὲ οἴδατε »οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε«.