Scholia in Lucam (fragmenta e cod. Venet. 28)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. ε’. Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίαc ἱερεύς τις ὀνόματι Ζαὰορίας ἐξ ἐφημερίας Ἀβιά· κοὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
Στίχ. Ϛ΄. Ἦσαν δὲ δίκαιιοι θμσότεροι ἐνώπιον τοῦ Θεοῦ.
Εὶκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἕγραψε τὸ Εὐαγγέλιον, ὅς εἷς ἧν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Καὶ οὐκ ἄν τις εἵη Θεόφιλος ἀσθενής. Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου· Οὐκ ῆν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν· οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἕχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατέχῃ, καὶ τὴν πίστιν διατηρῇ.
Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἷναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. Τοιοτον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ· Ὧν ὁ ἕπαανος οὐκ ἐξ ἀνθρώπων, ἀλΤʼ ἐκ Θεοῦ. Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες· ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινετοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ.
Στίχ. Ϛ΄. Πορευόμενοι ἐν πάσας ταῖς ἐντολας καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.
Στίχ. ζ΄. Καὶ οὐκ ἧν αὐτοῖς τέκνον· καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφσότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Στίχ. ή. Ἐγένετο δέ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ,
Στίχ. Θ΄ Κατὰ τὸ ἕθος τῆς ἱερατείας· ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.
Στίχ. ι΄. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
Ἴσως ἐρεῖ τις· Διὰ τί πρόκειται τούτοις τὸ,ᾶμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὗν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἧν τοῦτο, οὐκ ἂν ἐλέγετο· Δικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν,. (43) ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως.
Στίχ. ια΄. Ὥφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεβιῶν τοῦ θυσιαστηρίου τοῦ θυχαάματος.