Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Διὰ τῶν κειριῶν καὶ τοῦ κρόκου καὶ τῶν λοιπῶν, τὰ ἀπατηλὰ θεωρήματα, ἢ τὰ διάφορα πάθη σημαίνει. — Ὅρα τὴν κακίαν, οὐκ ἔχουσαν ἀφʼ ἑαυτῆς ἀρχὴν, ἀλλʼ ἀπὸ τῶν τῆς ἀρετῆς προοιμιαζομένων· τὸ γὰρ κοινωνὸν λαβεῖν θυσίας, ἀγαθόν. Ὅτε δὲ αὐτοῖς κατεπάλαισε, τότε ἐνίησι τὸν ἰὸν, τὰ τοῖς ἐρῶσιν ἐπιθυμητὰ καταλέγουσα, ἃ πάντα ἱκανὰ καταγοητεῦσαι, οὐ περὶ τὴν οἰκείαν φύσιν, ἀλλὰ περὶ τὴν τῶν ἀκουόντων ἀφροσύνην· κατὰ δὲ διάνοιαν ἡ κακία ζητεῖ τὸ πρόσωπον ἡμῶν καταισχῦναι, διὰ τῶν κειριῶν καὶ τῆς κλίνης, καὶ τῶν ἀμφιτάπων, καὶ τοῦ πρόκου, καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει ἡδονῶν παρὰ τοῖς ἐφευρεταῖς τῶν κακῶν γινόμενα.

Τὸ διʼ ἡμερῶν πολλῶν ἐπανήξειεῖς τὸν οἶκον αὐτοῦ πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος, ἔσχατον ἐχθρὸν λέγει καταργεῖσθαι τὸν θάνατον· ὃν καὶ ἄνδρα εἶναι τῆς πονηρίας Σολομῶν προδιέγραψε· τὸν ὡς βαλαντίον ἀργυρίου λαβόντα ἐν τῇ χειρὶ αὐτοῦ τὴν σνθρωπότητα, εἰ καὶ αὖθις ἐν τῷ ἁμαρτάνειν οὐ πάρεστι προβλέπειν τὸν τοῦ Θεοῦ φόβον· διότι κήδεται ἀνεχόμενος τοῦ γένους τῶν ἀνθρώπων· ἐπεὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον προέβλεπε, ῥυζηδὸν πάντας ἂν ἀπώλετο. Τῶν ἐῤῥωδιῶν τρία γένη εἰσὶν, ὅ τε κέμφος, καὶ ὁ [*](73 v. 6. 74 v. 12. 75 v. 12. 76 v. 16. 77 v. 20. 78 v. 22.)

184
λευκὸς, καὶ ὁ ἀστερίσκος καλούμενος· τούτων ὁ κἑμφος ἀκρατῶς ἔχων περὶ τὰς μίξεις, χαλεπῶς εὐνάζεται καὶ ὀχεύει, κράζει τε, καὶ ὀχεύων αἷμα ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν, καὶ τίκτει φαύλως καὶ ὀδυνηρῶς· ἔόικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τούτου, τοὺς πειθομένους τῇ πονηρίᾳ κεμφωμένους καὶ ἐξωμοιωμένους τῶν ὀρνέων διʼ ἀκολασίαν ἔστι δὲ καὶ ἄλλο εἶδος κέμφου ἐν τῇ θαλάσσῃ κατʼ ἀγέλας ἱπτάμενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ θηρευθέντα, ἀλλὰ καὶ ἄλλος ἄλλῳ προτρέχει ἀγρευθῆναι· οὕτως ἐοίκασιν οἱ τῇ κακίᾳ προσομιλοῦντες, ἄλλος ἄλλον νικᾷν σπεύδοντες διὰ τῶν ἡδονῶν, ἐπολέθρῳ θανάτῳ ἑαυτοὺς περιπείρουσιν.

Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν.

Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων παλυτε ἐῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ (1), ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δʼ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.

Σημειπτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.