Expositio in Proverbia (fragmenta e catenis)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Τοῖς μὴ θέλουσιν ὑπὸ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν παιδευθῆναι, διὰ τοῦ ἐνεστῶτος θανάτου συναντᾷ ὁ αἰώνιος· ἄφρων δέ ἐστιν ὁ γλυκανθεὶς μὲν ἐν σοφίᾳ Θεοῦ, εἶτα καταλιπὼν αὐτὴν, τῇ δὲ ἀφροσύνῃ συνάξει· διὸ καὶ συναπέθανεν ταῖς ἁμαρτίαις· εἰ δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕ ς ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσεται, ἀντὶ τοῦ, διαφθαρήσεται· διαφθείρεται δὲ ἡ ἀκαθαρσία, ἤτοι ὑπὸ πρακτικῆς, ἢ ὑπὸ δριμείας κολάσεως.
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας θείας γνώσεως, ἵνα μὴ ἀμελῶσι τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς θάνατον· τοὺς δὲ ντεινομένους ἐξ ἀκακίας εἰς θάνατον, μὴ φείσῃ πρίασθαι τῷ ἰδίῳ αἵματι· ἐκπριοῦ (16) δὲ, διδοὺς χρήματα ἢ λόγον ὠφέλιμον, ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον, ἐλέγξει σε ψευδόμενον, καὶ ἔσῃ ἔνοχος δυσὶν, ἤγουν ψεύδει καὶ φόνῳ· ὁ γὰρ πλάσας πνοὴν, αὐτὸς [*](76 v. 5. v. 6. 78 Matth. XVIII, 20, 79 v, 7 v. 89 v. 9. v. 11.) [*]((16) Ἐκπριοῦ. Forte ἐκπρίω. ΕDIT. PATROL.)
Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων Γραφῶν ὠφελούμενος· ὁ δὲ ἀπʼ αὐτῶν ἐκβάλλων τῶν πραγμάτων τοὺς λόγους, ἀφʼ ὧν εἰλήφασιν ἅγιοι προφῆται καὶ οἱ ἀπόστολοι, ἐν τῷ ποιεῖν τε καὶ διδάσκειν, τρώγει κηρίον· καὶ τὸ μὲν μέλι φαγεῖν, τοῦ βουλομένου παντός· τὸ δὲ κηρίον, μόνου τοῦ καθαροῦ· ἢ καὶ μέλι ῥητέον τὴν ἀλληγορίαν· κηρίον δὲ, τὴν ῥητὴν ἐπίσκεψιν καὶ ἱστορίαν, πρὸς τὸ ἔχειν τὸν ἀποκεκρυμμένον νοῦν καὶ βαθύτερον, ἔνεστι γὰρ τῷ κηρίῳ μέλι· φάρυγγα δὲ τὴν θρεπτικὴν τῆς ψυχῆς δύναμιν, διʼ ἧς αἱ τροφαὶ παραπέμπονται εἰς τὴν κοιλίαν· ἐὰν οὖν ταῦτα κατορθώσῃς, τά τε κατὰ διάνοιαν, καὶ τὰ καθʼ ἱστορίαν, ἔσονταί σοι αἰσθήσει τῆς σοφίας αὐτὰ τὰ σοφὰ δόγματα· ἐὰν γὰρ εὕρῃς τὸν πνευματικὸν τῆς Γραφῆς νοῦν, ἔσται καλὴ ἡ τελευτή σου, ὡς λεχθῆναι· ΤίμιοςΤίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ · οὐκ ἀποβαλεῖς δὲ τὴν εἰς τὸ μέλλον ἐλπίδα.