Expositio in Proverbia (fragmenta e catenis)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· οὐ μὴ ράγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐνδώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὐπὸ τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μόνον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν.
Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπʼ ἐκείνου, τί δὲ ἀπὸ τούτου.
Ἔχων γὰρ πρὸς τὰ μέλλοντα τὸν σκοπὸν, τυγχάνει τάντως ὧν προσεδόκησε τελευτήσας ὁ δίκαιος. Ἤ εἰς τὴν ἀνάστασιν ἡμᾶς παραπέμπει· καὶ ἐπὶ τούτου μὲν μένει τὰ ὄντα, καὶ οὐκ ἀφανίζεται· ἐπ᾿ ἐκείνου δὲ καὶ τὰ ὄντα σβέννυται· ἐν γὰρ τῷ παρόντι μόνον αἰῶνι καυχῶνται· περὶ ὧν εἴρηται· Ὧν ὁ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.
Οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ φησὶ τὸ, Ἀντ᾿ αὐτοῦπαραδίδοται ἀσεβὴς, ἀλλʼ ἐπειδὴ ἡ παγίς ἐστιν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, τούτου ῥυομένου περιπίπτει ταύτῃ ὁ ἀσεβής· ἐξαρπάζεται ὁ εὐσεβὴς ὑπὸ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς, περιπίπτει· κατὰ τὸ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἤ ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτήμασιν, ἐλθὼν ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν κολάσεων τῶν μελλουσῶν ἐῤῥύσατο, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ἀνεδέξατο. Παραδίδοται δὲ ὑφʼ ἑαυτοῦ ὑπὸ τῆς ἰδίας κακίας, ὡς παραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν.
Ἤτοι διάκρισις ἡ περὶ τῶν πρακτέων, ἢ μή· ἢ ὥστε τὸν ἑαυτῶν βίον οἰκονομεῖν· κλυδώνιον γάρ ἐστι μέγα καὶ ἀφόρητον· οἱ τοιοῦτοι γὰρ παντὶ ἀνέμῳ περιφερόμενοι ναυαγοῦσι περὶ τὸν βίον ἢ τὴν πίστιν, καὶ ὡς φύλλα δένδρου πίπτουσιν ἀπὸ τοῦ Θεοῦ, οἷς μὴ ὑπάρχει σοφία Θεοῦ· εἰ δὲ ἡ σωτηρία ἐστὶν ἐν βουλῇ, καὶ οὐχ ἁπλῶς βουλῇ, ἀλλὰ καὶ πολλῇ, οὐκ ἄρα ἐν σώμασιν ἢ χρήμασιν, οὐδὲ κατὰ φύσιν τις σώζεται· κατὰ τοὺς τὰς φύσεις εἰσάγοντας.