Excerpta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. Ϛʼ. Ὠδῖνες ᾄδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου.
Ἁρμόσει δὲ ταῦτα καὶ τῷ Σωτῆρι, ἔχοντα πολλὴν οἰκειότητα πρὸς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἔως θανάτου.
Στίχ. η΄. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.
Προδήλως δείκνυσι τοῦ Θεοῦ τὴν κατάβασιν διὰ τὰ προειρημἐνα, τόν τε θάνατον καὶ τὰς ὠδῖνας τοῦ ᾄδου. Ἐξ οὖ δὲ καταβάντος, κατὰ τὸν Ἀκύλαν, ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Πᾶσα γὰρ ἀκοὴ Ἑλληνικὴ καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Γῆν γὰρ ἔφη τοὺς ἐπὶ γῆς. Ὀρέων δὲ, τῶν ἀντικειμένων δυνάμεων· αἵ τῇ πλάνῃ τῶν εἰδώλων τοὺς ἀνθρώπους [*](18 Joan. XII, 27. 19 Math. XXVI, 38. 20 Psal.)
Στίχ. ιβ΄, Καὶ ἔθετο σκότος ἀποκρυφσὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.
Τὸν ἐν σκηνῇ τίς οὐκ (52) ὄψεται μὴ γενόμενος ἔνδον; Οὔπως οὐδὲ τὸν Θεὸν, εἰ μή τις εἰσέλθοι τοῦ τῆς δυσκαταληψίας ἔνδον παραπετάσματος. Καὶ Μωῦσῆς γὰρ εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός. Ἐπιστήσας γὰρ τῇ περὶ Θεοῦ δημιουργίᾳ τε καὶ προνοίᾳ, εἴσω τούτων ἔγνω περιέχεσθαι τὸν Θεόν. Ὀλίγον γὰρ αὐτὴν διανοίξας, τὸν οὗ ἐστιν εἰκὼν, ἐκ τοῦ κατʼ εἰκόνα μεμάθηκεν· ἐκ δὲ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητήν.
Στ. γ΄ Ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
Στίχ δ΄. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετʼ ἐμοῦ εἷ.
(53) Ἐντεῦθεν πρὸς Θεὸν ἀποστρέφει τὸν λόγον. Ὁ μενοὗν καθεζόμενος ἐν σκιᾷ θανάτου, ἵδρυται ἐν αὐτῇ, βεβαιωθεὶς ἐν κακίᾳ, καὶ δεόμενος τοῦ ἐξ ἐλέους ἀνατέλλοντος φωτός· ὁ δὲ πορευόμενος παρατρέχει· μεθʼ οὗ καὶ συνοδεύει ὁ Κύριος. Περὶ δὲ τῆς καθίσεως εἴρηται· Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
Στίχ. δ. Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταἰ με παρεκάλεσαν.
Ἀμφότερα ἐπὶ μαστίγων, κατὰ τό· Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοί σου τὸν νόμον μου, καὶ τοῖς κρίμασί [*](24 Luc. XII, 49 25 Psal. XXIII, 7, 9. 26 Act.) [*]((53) Hic et infra confer tom. XII, col. 1259 et seq.)