Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. ε΄, Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξεις Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, [*](95 Rom. XVI, 20. 26 Matth. VII, 15.) [*]((40) Confer Olymp.) [*]((41) Deest in cod. XXI. Hic quoque confer Olymp.) [*]((42) Forie ἀλλʼ λεί.) [*]((45) Lege ἐκείνῳ.) [*]((44) Hic et intra confer Olymp.) [*](45) Forte δεἴξαι.)
Στίχ. ε΄. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Καὶ, Κύρος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὕτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλʼ ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλʼ ἐάν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον.
Στίχ. Ϛ΄. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ.
Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ. ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπίδες γάρ εἰσι σκληραί.
Στίχ. ι΄ Ἐκ στόματος αὐτοῦ.
Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων.
Στίχ.ι΄. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός.
(46) Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δράκοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δʼ ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. Ἐκ στόματος γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός. Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρεσβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὄτʼ ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ’ ἄν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὅψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Διὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐπεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.
Στίχ. ιγ΄. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις.
Ἔστι τις δύναμις πονηρά. Ἀλλʼ ἡ ἀσθένεια, ἤν ἀνέλαβε διʼ ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγεται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενές τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος.
Στίχ. ιδ΄. Σάρκες δέ σώματος αὐτοῦ κεκόλληνται.
Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται.
Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρʼ ἐκείνῳ πολλά ἐστιν· ἢ ἕν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται.
Στίχ. ιε΄. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἔστηκε δέ ὥσπερ ἄκμων ἀνήλατος.
Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι (47) [*](1 I Cor., 25.) [*]((47) An οἰκείως?)
Στίχ. ι΄. Ἔδωκεν δέ ὁ Κόριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰῶβ εἰς διπλασιασμόν.
(49) Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλʼ ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὅς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, άδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν. τῷ κατὰ Μάρκον γέγραπται, ἐκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώναον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.