Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. κα´. Λέληθε πάντα ἅνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κὰν προφήτης ᾖ, κἂ ἀπόστολος.
Στίχ. Ϛ´. Ὅτε ἐχέοντό μου αἰ ὀδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδὼν τοῦ Ἰὼβ, ἃς ὥδευσεν (10), ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖναἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὀδοί μου βουτύρῳ.
(11) Στίχ. Ϛ´. ὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι.
Ὅσα ἦν ὑψηλὰνοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφʼ ἃ ἀνέβαινεν.
(12) Στίχ. ζ. Ὅτε ἐξεπορευόμην ὅρθιος ἐν πόλει.
Διδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλʼ ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον.
(13) Στίχ. θ´. Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδείξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος.