Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. β´. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας (99) μου ψυχὴν, καὶ τὰ ἐξῆς.
Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι. ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε. καὶ ὁ Παντοράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν.
Στίχ. ε´. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω.
Ἐὰν συγκαταθῶμεν (2) οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἔως ἄν ἀποθάνω.
Στίχ. ε´. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου (3).
Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνήσομαι ἀεὶ περιέχεσθαι αὐτῆς.