Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
(61) Στίχ. κθ´. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.
Μανθάνει (62) τίς ἐπίσκοπος ἐνθάδε ¦ὠνομάσθης ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἱώνων. Ἀμήν.
(63) Στίχ. ε´. Εἰσβλέψαντες εἰς ἐμέ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι.
(64) Στίχ. ζ´. Πεπαλαίωνται δέ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιἡ· [*]((61) Confer Olymp.) [*]((62) Pore Μανθάνεις.) [*]((63 Cod. uterque.) [*]((64 Cod. XXI. Alius tribuit Joanni. — Confer 1. XII, col. 1033.)
Στίχ. η´. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον.
Στίχ. η´. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλʼ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων.
(65) Στίχ. θ´. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ᾿ ἂυ εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν.
Στίχ. θ´. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν.
Στίχ. θ´. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπʼ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Στίχ. ι´. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὐμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ.
Στίχ. ι´. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν.
Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλʼ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.