Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
(56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.
(57) Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος.
Τὰ θέλῃ ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. (58) Στίχ. κε´. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρʼ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὅ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται.
Στίχ. κε´. Κακώσαι δέ αὐτοῦ ἐπήλυτος τὸν οἷκον.
Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἥν ἔλεγον εἶναι ἁγίαν.