Homiliae in Job (fragmenta in catenis, typus II)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. ιζ´ Μὴ ἴδοι ἄμελξιν νομάδων.
(51) Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Διʼ ἐμοῦ ἐὰν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.
(52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.