Adnotationes in Deuteronomium (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(67) Στίχ. κς΄. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου.

Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρομεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ (68) μὴ πάντα ποιεῖν.

Στίχ. ς΄. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω.

Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ὁ Μωϋσῆς εὐλογῶν φησι· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἀμφότερα καλῶς. Ὅ τε γὰρ πατὴρ κατήραται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα· ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ. Ἄτοπον δὲ ἦν κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.