Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, κ. τ. ἑ. Πύλαι θανάτου (74) αἱ πρὸς θάνατον ἁμαρττίαι, ἀφʼ ὧν ὑψοῦται ὁ μηδὲ λογισάμενος αὐτὰς ἁμαρτεῖν, ὂς καὶ μόνος δύναται ἐξαγγέλλειν πάσας τὰς αἰνέσεις Κυρίου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ταῖς ἀρεταῖς.
Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς κὐτῶν./ Γινώσκεται Κύριος κρίματα ποιῶν, κ. τ. ἑ. Ἐνεπάγησαν ἔθνη (75), δηλαδὴ ὡς ἐν πηλῷ, τῷ σώματι, διʼ ἣν ἐποίησαν διαφθοράν· καὶ συνελήφθη ὁ ποῦς αὐτῶν, ὁ νοητὸς δηλονότι. Καὶ γινώσκεται Κύρος, ἐπεὶ, ὅταν αὐτοῖς τὸ κρῖμα γενηθήσεται, γνώσονται τὸν κρίνοντα ἐν δικαιοσύνῃ.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, κ. τ. ἑ. Ὥτπερ ὁ παράδεισος (76) τῶν δικαίων ἐστὶν οἰκητήριον, οὕτως ᾅδης τῶν ἁμαρτωλῶν κολαστήριον. Ἀποκλεισθήτωσαν, φησὶν, ὅπως μὴ ἴδωσιν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν, ἔνδον ἀπεστραμμένοι. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον καθειργμένοι ἐν ᾅδου, πρῶτον [*](4 Mauh. XI, 5.) [*]((71) Οἱ ἐκζητοῦντες, etc. Corderius.) [*]((72) Ἐκεῖνος ψάλλει, etc. Schedæ Grabii, partimque Corderius et Barbarus.) [*]((73) Ποῖα ἐπιτηδεύματα, etc. Schedæ Grabii.)
Ἧ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖταε εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὥσπερ τὸ πνεῦμα (77) οὐ σβέννυται, οὔτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται. Ὁ γὰρ « Κύριος τὸ πνεῦμά ἐστι· » καί· « Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν. Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι, ἴνα τί ὑπνοῖς; »
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κ. τ. ἑ. Τῷ οὖν λέγοντι (78), Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀνθρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέντων.