Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
ἄντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς χθύας τῆς θαλάσσης, κ. τ. ἑ. Ὅπου μὲν καθαρὰ (64) πρόβατα καὶ βόες, « πάντα » προσέθηκεν· ἕνθα δὲ ἐνδέχεται καὶ ἀκάθαρτα, ὡς ἐπὶ τῶν κτηνῶν τοῦ πεδίου, οὐκ εἴρηται « πάντα. » Ὁμοίως καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἰχθύων τῆς θαλάσσης.
Εἰς τὸ τέλος ὑπέρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ. Κρύφιά ἐστι (65) γνῶσις ἀπόῤῥητος τῶν περὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ μυστηρίων.
[*](94 Psal. LXXXVIII, 35. 95 Οsee. IV, 14. 96 Hebr. II, 9. 97 I Petr. v, 4. 98 Psal. XLVIII, 13. 99 Ephes. II, 6.)[*]((61) Εἰ θαυμάζων, etc. Corderius, Barbarus, schedæ Combelisii, codex Broccianus.)[*]((62) Καὶ αὐτὺς γὰρ σου, etc. Cordeius. Barbarus.)[*]((63) Κούφιά ἐστι, etc. Schedæ Grabi, et rus.)Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῶ ὀνόματί σου, Ὕψιστε, κ. τ. ἐ. Ὁ ἐξ ὅλης καρδίας ἀγαπῶν δύναται ἐξ ὅλης καρδίας ἐξομολογεῖσθαι. « Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, » καὶ τὰ ἐξῆς. Ὅταν ἀναγεγραμμένα τεράστια, θαυμαστὰ τυγχάνοντα, παραστῆσαι δυνάμενος ᾧ λόγῳ γέγονε, καὶ τίνοε ἐστὶ σύμβολα. πεποίηκε τὰ εἰρημένα. Τοῦτο δὲ μόνου τοῦ Σωτῆρος ἔργον ἔστιν ἰδεῖν. Εἰ δὲ καὶ ἡ κτίσις καὶ πάντα ὄσα ἐποίησεν ὁ Θεὸς, θαυμάσια αὐτοῦ ἐστι, πολλῷ πλέον φανεῖται, ὅτι τοῦ Σωτῆρός ἐστιν ἡ εὐχή. Τίς δὲ ἄρα διηγήσεται πάντα τὰ θαυμάσια τοῦ Πατρὸς εἰ μὴ ὁ Κύριος τοῖς ωοῆσαι δυναμένοις τὰ τηλικαῦτα θαύματα τελείοις, περὶ ὦν μᾶλλον λεχθήσεται· « Σοφίαν δὲ μᾶλλον λαλοῦμεν ἐν τοῖς τελείοις; » — « Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι, » πυνθανόμενος τῶν ἐπί τισιν εὐφραινομένων, εἰ ἐν Θεῷ εὐφραίνονται, ἵνα ῆ ἐπιμένωσι τῇ εὐφροσύνῃ, ἢ ἀποστῶσιν. Ὁ δὲ ἐπʼ ὄρος ἀναβὰς ὑψηλὸν τὸ Σιὼν καὶ ὑψῶν αὐτοῦ ψάλλει τῷ ὀνόματι τοῦ Ὑψίστου.
Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, κ. τ. ἑ. Τίνες ἀσθενήσουσι (67) καὶ ἀπολοῦνται ἀπὸ προσώπου τοῦ Θεοῦ (ἐπεὶ « πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· ») οὐ προειπὼν, ἡμῖν καταλέλοιπεν ἐννοεῖν. Ὅταν καταργηθῇ ὁ ἐχθρὸς τῇ κακίᾳ προϊὼν, καὶ ἀναποδίσῃ ὀπίσω ἐκ τοῦ ἐμποδίζεσθαι, τότε οἱ τῇ κακίᾳ ἰσχυροὶ ἀσθενήσουσιν. Εἶτα καθʼ ὁ ἁμαρτάνουσιν, ἀπολοῦνται, τοῦτο ἐργαζομένου αὐτοῖς τοῦ προσώπου τοῦ Θεοῦ. Νοηθὲν γὰρ ἀφανίζει τὰ γήϊνα.
Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ (68) ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις.